Ancient Greek
163.2
Gregorius Nyssenus Theol., Contra Eunomium 163.2
Unproofread scanNot analysed yet
Ἄλλ’ οὐχ οὕτως ἀρέσκει τῷ καινῷ δογματιστῇ. Ἀντιμοθετεῖ δὲ τῇ διατάξει τῆς θείας φωνῆς· καὶ τὸ συντεταγμένον ὑπ’ αὐτοῦ τοῦ Κυρίου Πατρὶ καὶ Υἱῷ, τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν τάξεως καὶ συναφείας ἀποχοινίσας, ἐν τοῖς ὑποταξαμένοις ἡρίθμησε, καὶ ἔργον ἐκατέρων εἶναι φησι· τοῦ μὲν Πατρός, ὡς τὴν αἰτίαν τῆς κατασκευῆς ὑποβάλλοντος· τοῦ δὲ Μονογενοῦς, ὡς αὐτουργήσαντος αὐτοῦ τὴν ὑπόστασιν, καὶ ταύτην αἰτίαν εἶναι τῆς ὑποταγῆς διορίζει, αὐτῆς μήπω τῆς ὑποταγῆς ἐκκαλυφῆς τὸ σημαίνόμενον.