Ancient Greek
163.3
Gregorius Nyssenus Theol., Contra Eunomium 163.3
Unproofread scanNot analysed yet
Εἶτα φησι · Συμπεριλαμβανομένων δηλαδή καὶ τῶν ταῖς οὐσίαις ἐπομένων ἐνεργειῶν, καὶ τῶν A ταύταις προσεφών ὀνομάτων. Τούτων δὲ ὁ νοῦς ἔστι μὲν οὐ λαν εὐσύνοπτος, πολλῷ τῷ γνῶφῃ τῆς ἀσθείας κεκαλυμμένος· ὡς δ' ἂν τις εἰκᾶσας ὑπονοήσῃ, τοιούτώς ἐστιν· Ἐνέργειαι οὐσίαν ὀνομαζόμε τὰς ἀποτελεστικὰς, ὡς οἶμαι, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος δυνάμεις· δι' ὧν ἡ πρώτη οὐσία τὴν δευτέραν εἰργάσατο, καὶ ἡ δευτέρα τὴν τρίτην· καὶ τὰ ὀνόματα τῶν ἀποτελεσθέντων ἔργων προσφῶς συγκατεσκευάσθαι τοῖς ἔργοις φησίν· ἀλλὰ τὴν μὲν περὶ τὰ ὀνόματα κακοουργίαν ἤδη τε κατὰ τὸ δυνατὸν ἐξητάσαμεν· καὶ ὅταν εἰς ἐκεῖνο τὸ μέρος τῆς ἐξετάσεως ἔλθωμεν, ἐὰν ὁ λόγος ἐπιζητῇ, πάλιν προσθήσομεν.