Ancient Greek
169.37 to 169.49
Gregorius Nyssenus Theol., Contra Eunomium 169.37-49
Unproofread scanNot analysed yet
ἐπὶ τῶν ἔχόντων κατασμιγνύεται· ὡς ἐκ τούτου συμβαίνειν τὴν μὲν τοῦ Πατρὸς οὐσίαν ἀπλὴν καθαρώς ὑπονοεῖσθαι· τὴν δὲ τοῦ Υἱοῦ, μὴ ἀκριβῶς ἀπλὴν, ἀλλὰ καὶ τῆς συνθέτου φύσεως αὐτῇ παραμιγνύσθαι· τοῦ δὲ ἁγίου Πνεύματος πλεονάζειν ἐν τῇ συνθέτῳ τὴν φύσιν, τοῦ τῆς ἀπλότητος λόγου κατ' ὀλίγον ἐν τοῖς ἔσχάτοις ἐλαττουμένου. Ὦσπερ γὰρ τὸ μὴ τελείως ἀγαθὸν μέρει τινὶ τῆς ἐναντίας ἔξεως μετέχειν ὁμολογεῖται, οὕτως ὁ μὴ παντελῶς ἐστιν ἀπλοῦν, οὐ διαφεύγει τὸ μὴ σύνθετον εἶναι δοκεῖν. Καὶ ὅτι ταῦτα νοῶν τοῖσιν τοῖς λόγοις χέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαὶζήλους τινὰς, καὶ ταπεινὰς ὑπολήψεις κατάγει τὴν περὶ τοῦ Υἱοῦ καὶ Πνεύματος ἔνοιαν. Συμπεριγραφομένου, φησίν, τοῖς ἔργοις τῶν ἐνεργειῶν.