Ancient Greek
170.1
Gregorius Nyssenus Theol., Contra Eunomium 170.1
Unproofread scanNot analysed yet
καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου καὶ τὰς ἰκάστας τῶν οὐσιῶν ἰσομάχας ἐνεργείας, ἐλάττους τε καὶ μείζους εἶναι · καὶ τὰς μὲν πρώτης, τὰς δὲ δευτέρας ἐλάχεσιν τάξιν. Ταῦτα γὰρ εἰ καὶ φιλοπώδως τῇ ὀμῖλῃ τῆς λέξεως συγκαλύψας δυσήθρατον αὐτῶν τὴν ἔνοιαν εἶναι τοῖς πολλοῖς παρασκεύασεν· ἀλλ’ οὖν ἐκ τῆς ἀκολουθίας τῶν ἐξετασμένων εὐκόλως σαφηνισθήσεται. Συμπεριγραφομένων, φησί, τοῖς ἔργοις τῶν ἐνεργειῶν. Ἔργα ὀνομάζει τὸν Υἱόν, καὶ Πνεῦμα ἐνεργείας δὲ τὰς ἀποτελεστικὰς τούτων δυνάμεις, δι’ ὧν ἀπειργάσθησαν, ὅπερ μικρὸν πρόσθεν ἐπεσθαι φησι ταῖς οὐσίαις. Ἡ δὲ τοῦ συμπεριγράφεσθαι λέξις δηλοῖ τὸ ἰσοστάσιον τῆς ἀποτελεστικῆς οὐσίας πρὸς τὴν ὑποστῆσαν δύναμιν · μᾶλλον δὲ οὐχὶ δύναμιν, ἀλλὰ δυνάμεις ἐνεργείας · καθὼς αὐτὸς ὀνομάζει · ἵνα μὴ πᾶσις τῆς τοῦ ἐνεργοῦντος δυνάμεως ἔργον ἢ τὸ ἀποτέλεσμα, ἀλλὰ τινὸς μερικῆς ἐνεργείας, τοσοῦτον τῆς πάσης δυνάμεως κινηθείσης, ὅσον σύμμετρον ἔμελλε τῇ ἀπεργασίᾳ τοῦ γινομένου φανῆναι. Καὶ πάλιν τὸ αὐτὸ ἐπαναστρέφει φησι, Καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων. Τούτων δὲ ὁ νοῦς γένοιτο ἂν ἡμῖν δι’ ὑποδείγματος γνωριμώτερος. Ὑποδύομεθα γὰρ ἐπὶ ὀργάνου τινὸς τῶν σχυτοτομικῶν εἶναι τὸν λόγον οὕτω · τὸ σμίλιν εἰς κύκλον σχῆμα περιηγμένον, ἐὰν ἐπιληθῇ τινὶ ψυχρῇ τῶν τοιούτων ἐγγενέσθαι τύπων, συμπεριγράψεται τῷ σχήματι τοῦ σίδηρου τὸ δι’ αὐτοῦ ἐντετυμμένον, καὶ τοσοῦτος ὁ ἐν τῇ τομῇ κύκλος δεῖχθήσεται, ὅσος ἐν τῷ ὀργάνῳ ἐστι· καὶ πάλιν, ὅσω διαστήματι περιήχθη τὸ ὄργανον, τοσοῦτον καὶ διὰ τῆς τομῆς περιγράψει τὸν κύκλον. Τοιαύτη τοῦ θεολόγου ἢ ἔνοια περὶ τῆς θείας τοῦ Μονογενοῦς ὑποστάσεως. Ἐνεργείαν τινὰ καθάπερ ὄργανον τῇ πρώτῃ οὐσίᾳ παραποιομένη σύμμετρόν φησιν αὐτῇ ἔργον πεποιημέναι τὸν Κύριον · οὕτως εἶδε τὸν Υἱὸν τοῦ Θεοῦ δοξάζειν, τὸν ἐν τῇ δόξῃ τοῦ Πατρὸς νῦν δοξαζόμενον, καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως ἐκκαλυφθησόμενον · τοῦτον φησιν ἔργον ἔναι, τῇ ἐργασαμένῃ αὐτὸν ἐνεργείᾳ παραμετρεῖσθαι. Τίς τοίνυν ἡ ἐνέργεια, ἢ τῷ Θεῷ μὲν τῶν ὅλων παρεπομένη · πρὸ δὲ τοῦ Μονογενοῦς νοουμένη, καὶ περιγράφουσα αὐτοῦ τὴν οὐσίαν; Δύναμίς τις οὐσιώδης καθ’ αὐτὴν ὑφεστῶσα, καὶ τὸ δοκοῦν ἐργαζομένη δι’ αὐτῆς αὐτοῦ κινηθείσης; Οὐχὼν αὐτή, Πατὴρ τοῦ Κυρίου · καὶ τί ἐστι ἐπιδρυλεῖται τῷ ἐπὶ πάντων Θεῷ ἢ τοῦ Πατρὸς κλῆσις, εἰ μὴ ἐκείνος, ἀλλὰ τις ἐνέργεια τῶν ἐξωθεν παραπομένων τὸν Υἱὸν ἀπειργάσατο; πῶς δὲ Υἱός, ὁ Υἱός · ἐν δὲ ἑτέρου μὲν τινὸς ὑποστῆναι λέγει, καθάπερ δὲ τινὰ τῶν ὑποβολιμαίων (ὅπως δὲ εἴη τῷ λόγῳ ὁ Κύριος), οὕτω τὴν οἰκειότητα τοῦ Πατρὸς ὑποδιέδασα μόνῃ τῇ προσγραφᾷ τοῦ Υἱοῦ τετυμμένον; πῶς δὲ μετὰ τὴν Θεὸν τῶν ὅλων, καὶ τὸν Κύριον τάξει ὁ τρίτον ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν ἀριθμῶν, τῆς μεσιτευούσης ἐνεργείας ἐκείνης ἐν δευτέρᾳ τάξει μετὰ τὸν ἐπὶ πάντων Θεὸν ἀριθμουμένης, κατὰ δὲ τὴν ἀκολουθίαν ταύτην, καὶ Πνεῦμα τὸ ἅγιον πάντως οὐχὲτι ἐν