Ancient Greek
171.2
Gregorius Nyssenus Theol., Contra Eunomium 171.2
Unproofread scanNot analysed yet
Ἄλλα καὶ τὸ, Πάντα διὰ τοῦ Υἱοῦ γεγενήσθαι λέγειν, ἀπόστατον διὰ τούτων ἐπιδειχθήσεται· ἑτέρας τινὸς ὑποστάσεως πρεσβυτέρας τοῦ Μονογενοῦς προἀναπλασθείσης ὑπὸ τοῦ καινοῦ θεολόγου, εἰς ἣν εἰκῶς ἡ αἰτία τῆς κτίσεως τῶν πάντων ἀνεγενήθησεται· διότι καὶ αὐτοῦ τοῦ Μονογενοῦς ἡ κατασκευὴ κατὰ τὸν ἐκείνων λόγον, τῆς ἐνεργείας ἐκείνης ἡρτηται. Εἰ δὲ ταῦτα τὰ ἄτοπα φεύγων ἀνυπόστατον τὴν πράγμα λέγει τὴν ἐνέργειαν, ἥς ἀποτελέσμα τὸν Υἱὸν διορίζει, πάλιν εἰπάτω, πῶς ἑπεται τῷ ὄντι τὸ μὴ ὄν. Πῶς δὲ κατεργάζεται τὸν ὑφεστῶτα, τὸ μὴ ὑφεστὸς. Εὐρεθήσεται γὰρ διὰ τούτων, ἀκολουθοῦντα μὲν τῷ Θεῷ τὰ ἀνύπαρκτα· αἰτία δὲ τῶν ὄντων τὰ μὴ ὄντα γινόμενα, καὶ περιγράφοντα τὴν τῶν ὑφεστῶτων φύσιν, ἡ τῇ ἑαυτῶν οὐχ ὑφέστηκε φύσει, καὶ ἡ πᾶσα τῆς κτίσεως ἀποτελεσματική, καὶ δημιουργὸς δύναμις τῷ ἀνυπάρχειν κατὰ τὸν ἴδιον λόγον περιληφθήσεται. Τοιαῦτα τοῦ θεολόγου τὰ δόγματα, ὃς τὸν Κύριον τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πάσης τῆς κτίσεως δημιουργόν, τὸν ἐν ἀρχῇ ὄντα Λόγον Θεοῦ, τὸν δι' οὗ τὰ πάντα, τοῦτον ἀνύπαρκτῳ τινὶ καὶ ἀνυποστάτῳ πράγματι, ἢ οὐχ οἶδ' ὅπως ὀνομάσαι προσήκει τὴν παρ' αὐτοῦ νῦν ἀναλαβείσῃ ἐνέργειαν, ὑποστένει λέγει, καὶ ἐν αὐτῇ περιεγράφεσθαι, οἷον τινὶ ἐρκίῳ τῇ ἀνυπαρείᾳ πανταχόθεν διελημμένον. Καὶ οὐ συνίησιν ὅτι ἀδύνατα βλέπων, εἰς οἷον καταστρέφει πέρας ἡ ἀκολουθία τοῦ λόγου. Εἰ γὰρ ἀνυπόστατος μὲν ἡ ἐνέργεια τοῦ Θεοῦ, ταύτῃ δὲ ἐμπεριγράφεται τὸ ἐκ τῆς ἀνυπαρείας ἀποτελεσθὲν ἔργον· πάντως ὅτι τοιούτῳ τινὶ νοηθήσεται τῇ φύσει τὸ ἀποτέλεσμα, ὃς καὶ ἡ τοῦ ὑποστησαμένου τὸ ἔργον φύσις ἀνεπλάσθη τῷ λόγῳ. Τὸ γὰρ ἀποτελεσθὲν ἐκ τῆς ἀνυπαρείας, καὶ ἐμπεριληφμένον ταύτῃ, παντὶ δήπου πρόδηλον, τί νοεῖται· ὅτι οὐδέν. Οὐδὲ γὰρ ἔχει φύσιν ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία περιέχεσθαι· οὔτε γὰρ ὑπὸ πυρός, ὕδωρ· οὔτε ὑπὸ θανάτου, ζωὴν· οὔτε ὑπὸ σκότους, φῶς· οὔτε ὑπὸ τοῦ μὴ ὄντος, τὸ ὄν. Ἄλλα ταῦτα μὲν ὑπὸ τῆς περιττευούσης αὐτῷ σοφίας, ἢ οὐ συνίησιν, ἢ ἔχων ἀμβλυώτεται πρὸς τὴν ἀλήθειαν.