Ancient Greek
171.3
Gregorius Nyssenus Theol., Contra Eunomium 171.3
Unproofread scanNot analysed yet
Ἐξ ἀνάγκης δέ τις τὸ ἔλαττον ἐπὶ τῆς τοῦ Μονογενοῦς ὑποστάσεως νοεῖ· καὶ πάλιν, ἐπιτάσας τινα τῆς ἐλαττώσεως παρὰ τὸν Υἱὸν ἐνθεωρεῖν τῷ ἁγίῳ Πνεύματι κατασκευάζει· οὕτω λέγων τοῖς ῥήμασιν· Ἀνάγκη πᾶσα τὰς ἑκάστη τῶν οὐσιῶν ἐπομένας ἐνεργείας ἐλάττους δὲ, καὶ μείζους εἶναι. Τὴν μὲν οὖν ἀνάγκην τὴν ταῦτα ἐν τῇ θείᾳ φύσει βιαζομένην, καὶ τὸ μείζον, καὶ τὸ ἔλαττον διακρίνουσαν,