Ancient Greek
173.1
Gregorius Nyssenus Theol., Contra Eunomium 173.1
Unproofread scanNot analysed yet
Aτες, διὰ τοῦτο τῷ Ἰωῦ, καὶ τῷ Πνεύματι τὸ εἶναι χαρίζονται: τάχα, κἂν τολμηρὸν εἴπειν ᾖ, λυσιτελέστερον ἦν αὐτοῖς ἀπομολῆσαι πρὸς τὴν τῶν Ἰουδαίων λατρείαν ἐξομοιωμένους τῇ πίστει, ἢ καθυβρίζειν διὰ τῆς δοκοῦσης ὁμολογίας τῶν Χριστιανῶν τὴν προσήγορίαν. Ἐκεῖνοι μὲν γὰρ ἀπαράδεκτοι τοῦ λόγου μέχρι τοῦ νῦν διαμενόντες, τοσοῦτον ἀσεβοῦσι μόνον, ὅσον τὸν ἐλθόντα Χριστὸν μὴ ὁμολογεῖν, ἀλλ’ ἐλπίζειν ἐλεύσεσθαι: πονηρὰν δὲ τινὰ, καὶ καθαίρετικὴν ἔνοιαν τῆς τοῦ προσδοκωμένου παρ’ αὐτοῖς δόξης οὐδεμίας ἐστι λεγόντων ἀκούειν: οἱ δὲ τῆς νέας περιτομῆς, μᾶλλον δὲ τῆς, καθὼς φησιν ὁ Ἀπόστολος, κατατομῆς, ἐληλυθέναι μὲν οὐκ ἀρνοῦνται τὸν προσδοκωμένον: μιμοῦνται δὲ τοὺς τὴν κατὰ σάρκα τοῦ Κυρίου παρουσίαν δι’ ἀπιστίας καὶ ὕβρεως ἀτιμάζοντας: ἐκεῖνοι λίθοις βαλεῖν ἐπεχείρουν τὸν Κύριον: οὗτοι ταῖς βλασφήμοις φωναῖς τὸν τῆς ἀληθείας λόγον καταθλίβουσι. Ἐκεῖνοι προἔφερον τῆς κατὰ σάρκα γεννήσεως τὸ ταπεινὸν τε καὶ ἀδοξον, τὴν θείαν καὶ προαἰώνιον οὐ προσέτιμεν γεννήσιν: καὶ ταῦτα καὶ οὗτοι τῆς μεγαλοπρεποῦς, καὶ ὑψηλῆς, καὶ ἀρρήτου ἐκ Πατρὸς γεννήσεως τὴν ὁμολογίαν ἀρνοῦμενοι, διὰ κτίσεως αὐτὸν ἔχειν τὸ εἶναι κατασκευάζουσιν: ὅθεν καὶ τῇ ἀνθρωπίνῃ φύσει, καὶ πᾶσι τοῖς γενομένοις ἔστιν ἡ γένεσις.