Ancient Greek
173.2
Gregorius Nyssenus Theol., Contra Eunomium 173.2
Unproofread scanNot analysed yet
CἘγκλημα τοῖς Ἰουδαίοις ἦν, τὸ, Υἱὸν τοῦ ἐπὶ πάντων Θεοῦ θεωρηθῆναι τὸν Κύριον: ἀγανακτοῦσι καὶ οὗτοι κατὰ τῶν ἐν ἀληθείᾳ τὴν ὁμολογίαν ταύτην ἐπ’ αὐτῷ ποιουμένων. Ἐκεῖνοι τιμᾶν φροντο τὸν Θεὸν τῶν ὅλων, τῆς πρὸς αὐτὸν ὁμοιότητος τὸν Υἱὸν ἀποκλείοντες: ταῦτα καὶ οὗτοι τῷ ἐπὶ πάντων χαρίζονται, ἐν τῇ καθαίρεσι τῆς τοῦ Κυρίου δόξης τῷ Πατρὶ τὴν τιμὴν χαριζόμενοι. Τὰ δὲ ἄλλα, πῶς ἂν τις πρὸς ἀξίαν διεξέλθοι; δι’ ὧν καὶ οἷον τὴν κατὰ τοῦ Μονογενοῦς ὕβριν ἐνδείκνυνται: ἐνέργειαν τινὰ προαναπλάσσοντες τῆς τοῦ Χριστοῦ ὑποστάσεως, ἐκείνης ἔργον αὐτὸν καὶ ἀποτέλεσμα λέγουσι: ὅπερ τοῖς Ἰουδαίοις οὐπω μέχρι τοῦ δεῦρο τετλμηται: εἶτα περιγράφουσι τοῦ Κυρίου τὴν φύσιν, ἐντὸς ὅρων τινων τῆς ποιησαμένης δυνάμεως αὐτὸν ἀποκλείοντες: καὶ οἷον μέτρῳ τινὶ τῇ ποσότητι, τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας περιχοινίζον- Dτες, ὥσπερ χιτῶνί τινὶ τῇ ἐπινοηθείσᾳ παρ’ αὐτῶν ἐνεργείᾳ πανταχόθεν περιεργόμενον. Ταῦτα κατηγορεῖν τῶν Ἰουδαίων οὐκ ἔχομεν.