Ancient Greek
174.1
Gregorius Nyssenus Theol., Contra Eunomium 174.1
Unproofread scanNot analysed yet
A τῆς πονηρίας ἐαντῶν τὴν ὁμολογίαν τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐποιήσαντο. Πῶς οὖν οὐκ ἐλεεινότεροι τῆς Ἰουδαϊκῆς καταχρήσεως, εἴπερ τὰ μηδέποτε παρ’ ἐκείνων τετολμημένα, προθύμως οὕτω παρὰ τούτων κατασκευάζεται; Ὁ γὰρ ἐλαττῶν τὴν οὐσίαν τοῦ Μονογενοῦς καὶ τοῦ ἁγίου Πνεύματος, ὡς μὲν εἰπεῖν ἤ ἀκούσαι, μικρὸν ἀσεβεῖν ἴσως δοκεῖ· εἰ δὲ τις ἀκριβῶς τὸν λόγον κατεξετάζοιεν, εἰς αὐτὸ τὸ κεφάλαιον διασφηνῶν ἐλεγχθήσεται. Οὕτωσι δὲ σκοπτήσομεν, καὶ μοι συγχεωρήσω διδασκαλίας χάριν καὶ σαφηνείας τοῦ παρὰ τῶν ἐναντίων κατασκευαζομένου ψεύδους, ἐπὶ τὴν ἐκθεσιν τῶν ἡμετέρων ὑπολήψεων τὸν λόγον προάγειν.