Ancient Greek
174.2
Gregorius Nyssenus Theol., Contra Eunomium 174.2
Unproofread scanNot analysed yet
B Πάντων τῶν ὄντων ἡ ἀνωτάτω διαιρεσις εἰς τε τὸ νοητὸν, καὶ τὸ αἰσθητὸν τὴν τομήν ἔχει. Καὶ ἡ μὲν αἰσθητὴ φύσις γενικῶς ὑπὸ τοῦ Ἀποστόλου ὁρατὴ κατνομάσται. Ἐπειδή γὰρ πᾶν σῶμα ἐν χρώματι, τούτου δὲ ἡ ὄρασις τὴν ἀντίληψιν ἔχει· καταλιπὼν τὰς ὑπολοίπους ποιότητας, ὅσαι οὐσιωδῶς συμπεφυκασίαι, ἐκ τοῦ προχείρου κατὰ τὴν αἴσθησιν, ὁρατὴν προσήρμοσεν. Τῆς δὲ νοητῆς φύσεως πᾶσης ὄνομα μὲν κοινόν ἐστι, καθὼς φησιν Ἀπόστολος, τὸ ἀόρατον (τῇ γὰρ ὑπεξαίρεσει τῆς αἰσθητικῆς καταλήψεως, ἐπὶ τὸ ἀσώματον τε καὶ νοητὸν χειραγωγεῖ τὴν διάνοιαν). Ὁ δὲ λόγος εἰς δύο τέμνει καὶ ταύτης τὴν ἔννοιαν· ἡ μὲν γὰρ ἀκτιστος, ἡ δὲ κτιστὴ ὑπὸ τῆς εὐχαλουδίας καταλαμβάνεται· ἀκτιστος μὲν ἡ ποιητικὴ τῆς κτίσεως· κτιστὴ δὲ, ἡ διὰ τῆς ἀκτίστου φύσεως τὴν αἰτίαν καὶ τὴν δύναμιν τοῦ εἶναι ἔχουσα. Ἐν μὲν οὖν τοῖς αἰσθητοῖς ἐστι πάντα διὰ τῶν τοῦ σώματος αἰσθητηρίων καταλαμβάνομεν, ἐφ’ ὧν αἱ τῶν ποιότητων διαφοραί, τὸν τοῦ μειζόνος τε καὶ ἐλάττονος ἐπιδέχονται λόγον, κατὰ τὸ ποσόν, καὶ τὸ ποῖον, καὶ λοιπὰς ἰδιότητας, τῆς διαφορᾶς ἐν τούτοις θεωρουμένης.