Ancient Greek
174.3
Gregorius Nyssenus Theol., Contra Eunomium 174.3
Unproofread scanNot analysed yet
C Ἐπὶ δὲ τῆς νοητῆς φύσεως, τῆς ἐν τῇ κτίσει λέγω, ὁ μὲν τοιούτος τῆς διαφορᾶς λόγος, ὁς ἐπὶ τῶν αἰσθητῶν κατελήφθη, χώραν οὐκ ἔχει· ἕτερος δὲ τις εὑρίσκεται τρόπος, τὴν τοῦ μειζόνος πρὸς τὸ ἐλάττον διαφορὰν ἐξευρίσκων. Ἐπειδή γὰρ πάντες ἀγαθοῦ πηγὴ, καὶ ἀρχή, καὶ χορηγία ἐν τῇ ἀκτίστῳ θεωρεῖται φύσει· πᾶσα δὲ πρὸς ἐκεῖνο νένεικυσιν ἡ κτίσις διὰ τῆς κοινωνίας τοῦ πρώτου ἀγαθοῦ τῆς ὑψηλῆς φύσεως, ἐφαπτομένη δὲ καὶ μετέχουσα ἐξ ἀνάγκης κατὰ τὴν ἀναλογίαν τῆς τῶν ὑψηλῶν μετουσίας, τῶν μὲν πλειόνως, τῶν δὲ ἐλαττόνως κατὰ τὸ αὑτεξούσιον τῆς προαιρέσεως μεταλαμβάνοντων, τὸ πλεῖον καὶ τὸ ἥττον ἐν τῇ κτίσει γνωρίζεται ἀνάλογως τῆς ἑκάστου ὁρμῆς. Τῆς γὰρ φύσεως τῆς ἐν τῇ κτίσει νοουμένης ἐν μεθορίῳ τῶν ἀγαθῶν, καὶ τῶν ἐναντίων ἐστῶσης, ὡς δεκτικὴν ἑκατέρων εἶναι κατ’ ἐξουσίαν, τοῖς κατὰ γνώμην προσκλινόμενῃ, καθὼς παρὰ τῆς Γραφῆς μεμαθήκαμεν· πρὸς λόγον τῆς τε τῶν χειρῶν ἀποστάσεως καὶ τοῦ προσεγγισμοῦ