Ancient Greek
176.2
Gregorius Nyssenus Theol., Contra Eunomium 176.2
Unproofread scanNot analysed yet
Τούτων δὲ ἡμῖν οὕτω προειρημένων, καιρὸς ἄν εἴη λοιπὸν καὶ τὸν τῶν ἐναντίων κατεξέσθαι λόγον. Ἀνάγκη, φησί, μειζόνων τε καὶ ἐλάττονος τὰς οὐσίας εἶναι ἐν τῇ περὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τεχνολογία. Σκοποῦμεν τοίνυν κατὰ τὶνα διάνοιαν ἐπινοεῖ τὴς τοιαύτης διαφορᾶς τὴν ἀνάγκην· πότερον σωματικῆς τινος γενομένης τῆς πρὸς ἄλληλα τῶν παραμετρουμένων συγκρίσεως, ἢ κατὰ τὸ νοητὸν ἐν τῷ κατ’ ἀρετὴν ὑπεραλλόντι, καὶ ἐνδόντι θεωρουμένης, ἢ κατὰ τὴν οὐσίαν αὐτήν· Ἄλλ’ ἐπὶ μὲν τῆς οὐσίας ἐδείχθη παρ’ ἡμῖν τὰ τοιαῦτα φιλοσοφεῖν εἰδότων, μηδεμιᾶν δύνασθαι διαφορὰν ἐννοῆσαι, ἄν τις αὐτὴν φιλήσας, καὶ ἀπογυμνώσας τῶν ἐπιθεωρουμένων ποιότητων τε καὶ ἰδιωμάτων αὐτήν, ἐφ’ ἑαυτῆς ἐξετάσῃ, κατὰ τὸν τοῦ εἶναι λόγον· ἐπιτάξει δὲ καὶ ὑφ’ ἑαυτῆς τῆς ἀρετῆς τὴν τοιαύτην διαφορὰν ἐννοεῖν περὶ τοῦ Μονογενοῦς καὶ τοῦ Πνεύματος, καὶ διὰ τοῦτο μεταπτωτὴν ἀναγκαίως ἐφ’ ἑκάτερα τὴν φύσιν αὐτῶν ὑποτίθεσθαι, ὡς δεκτικὴν οὖσαν ἐπίσης τῶν ἐναντίων, καὶ ἐν μεθορίῳ καλοῦ τε καὶ τοῦ ἐναντίου κειμένην, τῆς ἑκάστης ἀσεβείας ἐστίν. Ἄλλο γὰρ τι εἶναι αὐτὴν κατὰ τὸν ἴδιον λόγον, καὶ ἄλλο τι γίνεσθαι τῇ μετοχῇ τοῦ καλοῦ, καὶ τοῦ χειρόνος· δὲ ταῦτα λέγων κατασκευάσει· σὺν ἐπὶ τοῦ σιδήρου συμβαίνει· ὅς ἐπὶ πλεῖον μὲν τῷ πυρὶ καθομιλήσας, τὴν ποιότητα τοῦ θερμοῦ ὑποδέχεται, μένων ἐν τῷ σιδηρῷ εἶναι· εἰ δὲ ἐν χιόνι γένοιτο, ἢ κρυστάλλῳ, μεταβάλλει πρὸς τὸ ἐπιχρατοῦν τὴν ποιότητα, τὸ ψυχρὸν τῆς χιόνος τοῖς ἰδίοις μορίοις ἀναδεξάμενος.