Ancient Greek
176.3
Gregorius Nyssenus Theol., Contra Eunomium 176.3
Unproofread scanNot analysed yet
Ὡςπερ οὖν οὐκ ἐκ τῆς ἐπιθεωρουμένης τῷ σιδήρῳ πλότητος τὴν ὕλην προσταγορεύομεν· οὐ γὰρ πῦρ αὐτὸν, ἢ κρύσταλλον ὀνομάζομεν τὸν ἐνὶ τούτων πετωμένον· οὕτως εἰ δοθεῖ, κατὰ τὸν τῶν ἀσεβῶν λόγον, ἐπὶ τῆς ζωοποιοῦ δυνάμεως, μὴ κατ’ οὐσίαν ἐνυπάρχειν αὐτῇ τὸ ἀγαθόν· ἀλλ’ ἐκ μετοχῆς προσγίνεσθαι· οὐκ ἔτι ἐκ τῆς τοῦ ἀγαθοῦ προσγραφίας κυρίως ὀνομασθήσεται. Ἄλλὰ τι ἕτερον ἐννοεῖν ἢ τοιαύτη ὑπολήψις ἀναγκάζει, ὡς μῆτε αὐδὸς αὐτὸ τὸ ἀγαθὸν ἐνθυμεῖσθαι, μῆτε αὐτό, ὅπερ ἐστίν, ἐν τῇ τοῦ ἀγαθοῦ φύσει καταλαμβάνεσθαι· ἀλλ’ ὡς καὶ ποτὲ μὴ ἂν ἐν αὐτῇ τὸ ἀγαθόν, καὶ ποτὲ μὴ ἐσόμενον. Εἰ γὰρ τῷ μετέχειν τοῦ κρείττονος ἀγαθὸ γίγνεται, δῆλον ὅτι πρὸ τῆς μετοχῆς τοιαῦτα οὐκ ἦν. Καὶ εἰ ἄλλο τι ἂν τῇ παρουσίᾳ τοῦ ἀγαδοῦ