Ancient Greek
179.3
Gregorius Nyssenus Theol., Contra Eunomium 179.3
Unproofread scanNot analysed yet
Ἐκδέχεται τὸν λόγον τοῦτον ὁ Παῦλος· καὶ ὡς ἂν μηδεμίαν καφαλικοι πρόφασιν τῇ βλασφήμῳ φωνῇ τοῦ συναριθμεῖν τοῖς γεγονόσι· καὶ τὴν τοῦ Πνεύματος φύσιν, ὑπ’ ἀριθμὸν ἄγει τὰ πάντα, ποῖά ἐστι ταῦτα, ἀ πάντα τῷ εὐαγγελιστῇ καὶ εἴρηται καὶ νεύθεται. Καὶ καθάπερ ὁ μέγας Δαυὶδ, πάντα ὑποτετάχθαι τῷ ἀνθρώπῳ φήσας, καὶ τὸ κατ’ εἶδος προσέθηκε, ποία ἦν τὰ ἐμπεριλαμβανόμενα τῇ τῶν πάντων φωνῇ, τοὺς τῶν, καὶ χερσαία, καὶ τὰ ἐνδρα, καὶ τὰ ἐναέρια ζῷα· οὕτω καὶ ὁ τῶν θείων δογμάτων ἐξηγητὴς ὁ ἀπόστολος Παῦλος, πάντα ἐν αὐτῷ γεγενήσθαι εἰπών, περιγράφει τοῖς ἀριθμηθεῖσι τῶν πάντων τὴν ἐννοιαν. Ὄρατα γάρ, φησι, καὶ ἀόρατα. Διὰ μὲν τῶν ὁρατῶν, καθὼς εἴρηται, τὰ τῇ αἰσθήσει γνῶριμα περιλαβὼν τῷ ὀνόματι· διὰ δὲ τῶν ἀόρατων, τὴν τῶν νοητῶν αἰνίζαμενος φύσιν.