Ancient Greek
180.2
Gregorius Nyssenus Theol., Contra Eunomium 180.2
Unproofread scanNot analysed yet
Ἄλλα περὶ μὲν τῶν αἰσθητῶν, οὐδὲν ἐδῆξε λεπτομερῶς διεξιδεῖν ἐπ’ ὀνόματος. Οὐδὲ γὰρ οὕτως ἀρχινος οὐδὲ πτηνώδης ἐστιν, ὡς τοῖς αἰσθητοῖς ὑποπτεῦσαι καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι. Τῶν δὲ ἀόρατων μνηθεῖς, ἐπειδὴ νοερὰ, καὶ ἀσώματος, καὶ τοῦ Πνεύματος φύσις ἐστιν, ὡς ἂν μὴ τις ἐν τοῖς τοιούτοις ὑπονοήσειεν ὑπεσθάναι τὸ Πνεῦμα διὰ τὴν κατὰ τὸ ἀόρατον κοινωνίαν, ἐνἀργεστάτην ποιεῖται τὴν διαίρεσιν τῶν τε διὰ τῆς κτίσεως γεγονότων, καὶ τῆς ὑπὲρ τὴν κτίσιν οὐσίας. Τὰ μὲν γὰρ κτισθῆναι καταριθμεῖται τῷ λόγῳ, θρόνους τινὰς, καὶ Ἀρχάς, καὶ Ἐξουσίας, καὶ Κυριότητας λέγων· γενικοῖς τισι καὶ περιληπτικοῖς ὀνόμασι τῶν ἀόρατων τούτων δυνάμεων τὴν διδασκαλίαν ποιούμενος, τὰ δὲ ὑπὲρ τὴν κτίσιν, δι’ αὐτῆς τῆς σωπῆς ἀποχωρίζει τοῦ ἀριθμοῦ τῶν κτισθέντων, ὅσπερ ἂν εἰ τις προσταχθεὶς ἐπὶ στρατοπέδου τὰς λεπτομερεῖς καὶ ὑποδεστικὰς ἀρχὰς εἰπεῖν ἐπ’ ὀνόματος, ταξίάρχας, καὶ λοχαγούς, ἐκατοντάρχους τε καὶ χιλιάρχους, καὶ εἰ τινες ἄλλαι τῶν κατὰ μέρος δυναστειῶν ὀνομασμέναι εἰσί, πάσας διεξιδοὺν τῷ λόγῳ, τῆς πάντων κρατούσης, καὶ πᾶσαν τὴν δύναμιν διεπούσης ἀρχῆς μηδεμίαν μνήμην ποιήσαιτο· οὐ δι’ ὑπεροψίαν, ἢ λήθην τὴν ὑπερέχουσαν ἀρχὴν σωπήσας, ἀλλ’ ὅτι μόνον τὴν ὑπὸ χεῖρα τε καὶ ὑποχείριον τάξιν διεξιδεῖν ἢ προσταχθεῖς, ἢ προθεμένος· ὑδρίσειεν ἂν ἐν τῇ τῶν ὑποκειμένων μνήμῃ συμπεριλαβὼν καὶ τὴν ἀρχούσαν· οὕτω μοι δοκεῖ καὶ ὁ ἐν παραβολαῖς μυηθεὶς τὰ ἀπόρρητα Παῦλος, ὅτε ἀρπαγὲς ἐν αὐτῷ ἐγένετο καὶ τῶν ὑπερουρανίων θαυμάτων θεατὴς καταστάς, τὰ ἀνθρώποις ἀδρήτα καὶ εἴδε, καὶ ἠκουσεν· οὕτως τὰ τῷ Κυρίῳ κτισθέντα διδάξαι προθέμενος, ἐπειδὴ διεξῆλθε ταῦτα τῷ λόγῳ περιληπτικαῖς τισι φωναῖς, διαδραμὼν τὴν ἀγγελικὴν, καὶ ὑπεράκοσμον δύναμιν, ἔστησεν ἐν τοῖς μνημονευθεῖσι τὸν λόγον, τῶν ὑπὲρ τὴν κτίσιν οὐδὲν εἰς τὸν κατάλογον τῶν κτιστῶν καθελκύσας· ὡς ἐκ τούτου σαφῶς ἄνω τῆς κτίσεως εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς Γραφῆς μαρτυρεῖσθαι.