Ancient Greek
191.3
Gregorius Nyssenus Theol., Contra Eunomium 191.3
Unproofread scanNot analysed yet
Ἐπεὶ οὖν δέδεικται διὰ τῶν εἰρημένων μὴ ἐν τῇ κτίσει τὸν μονογενῆ Υἱόν, καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα διερευνηθῆναι, ἀλλ’ ἄνω τῆς κτίσεως πιστεύειν εἶναι· ἢ μὲν κτίσις ἐπὶ τινὸς ἰδιαζούσης ἀρχῆς διὰ τῆς φιλοπραγμοσύνης τῶν τὰ τοιαῦτα ζητεῖν φιλονεικούντων ἴσως καταληφθήσεται· τὸ δὲ ὑπὲρ ταύτην, οὐδὲν ἂν διὰ τούτων μάλλον εἰς γνώσιν ἔλθοι, οὐδενὸς ἐν αὐτῷ σημείου δεκτικοῦ πρὸ τῶν αἰώνων εὑρισκομένου. Εἰ οὖν ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματα τε καὶ ὀνόματα, ὁ Πατὴρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ἐστὶ δυνατόν, ὅπερ ἐπὶ τῶν κάτω περιεργαζομένη καὶ πολυπραγμονοῦσα καταλαμβάνει ἡ ἔνοια, ἕτερον ἕτεροῦ συγκριτικῶς ὑποτιθεῖσα, διὰ τινὸς χρονικοῦ διαστήματος, τοῦτο καὶ ἐπὶ τῆς ἀκτίστου καὶ προαιωνίου νομίζειν οὐσίας