Ancient Greek
192.1
Gregorius Nyssenus Theol., Contra Eunomium 192.1
Unproofread scanNot analysed yet
A εἰναι· ἐν ᾧ Πατὴρ μὲν ἀναρχος, καὶ ἀγέννητος, καὶ ἀεὶ Πατὴρ νοεῖται· ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενὴς Υἱὸς τῷ Πατρὶ συνεπινοεῖται· δι’ αὐτοῦ δὲ καὶ μετ’ αὐτόν, πρὶν τί κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ τὸ Πνεῦμα τὸ ἅγιον συννημένως καταλαμβάνεται· οὐχ ὑστερίζον κατὰ τὴν ὑπαρξιν μετὰ τὸν Υἱόν· ὥστε ποτὲ τὸν Μονογενῆ διὰ τοῦ Πνεύματος νοηθῆναι· ἀλλ’ ἐκ μὲν τοῦ· Θεοῦ τῶν ὅλων, καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ· μονογενὲς ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν· οὔτε διαστήματι, οὔτε φύσεως ἐτερήθητι τοῦ Πατρός, ἢ τοῦ Μονογενοῦς ἀποτέμνεται. Διάστημα μὲν γὰρ ἐπὶ τῆς πρὸς ἀλλήλους φύσεως οὐκ ἔστιν· ἢ δὲ κατὰ τὴν οὐσίαν διαφορὰ οὐδεμία. Οὐδὲ γὰρ ἐστὶ δυνατὸν ἀκτίστον πρὸς ἀκτίστον διαφορὰν ἐννοῆσαι· ἀκτίστον δὲ τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς ἐν τοῖς προλαβοῦσιν ἀποδεικνύεται λόγος.