Ancient Greek
195.1
Gregorius Nyssenus Theol., Contra Eunomium 195.1
Unproofread scanNot analysed yet
ὁ λόγος ἔχει, καὶ, εἰ δοκεῖ, διὰ τῶν ἐνεργιῶν ὑποδειγμάτων ταῦτα κατανοήσωμεν. Ἄρ' οὐχὶ μία ἐστιν ἡ τοῦ προσταξέναι ἐνέργεια τοῦ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ συσταθῆναι διὰ μόνου θελήματος; Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Οὐχ ἐπὶ πάντων ὁμοίως οὐσῶν ἡ προσταγμα, καὶ ἡκοῦσα ἡ βούλησις μόνῃ, τὸ μὴ ὑπὸ ὑποστῆσαι; Πῶς οὖν ἐκ μιᾶς τῆς διὰ τοῦ προσταξέναι ἐνεργείας, τοσαύτης τῆς διαφορᾶς καθορωμένης, οὗτος ὡσπερ οὐχ ὁρῶν τὰ πράγματα, τὴν τῶν ἔργων παραλλαγὴν τὸ παρηλλαγμένον τῆς ἐνεργείας ἐνδεικνυσθαι λέγει; Τοῦναντίον γὰρ ἔδει μονοειδῆ πάντα τὰ ἐν τῷ κόσμῳ εἶναι, εἴπερ κατὰ τὸν δογματιστὴν, τῇ διαλλάσει τῶν ἔργων καὶ τὸ τῆν ἐνεργείαν παρηλλαγμένον ἐμφαίνεται. Ἡ ταῦτα ὁμοία πάντα βλέπει, ἐν μόνῳ δὲ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐνδυσθὲ τὸ ἀνόμοιον;