Ancient Greek
195.2
Gregorius Nyssenus Theol., Contra Eunomium 195.2
Unproofread scanNot analysed yet
Οὐκοῦν ἐπισκεψάσθω νῦν, εἰ καὶ μὴ πρότερον, τὴν ἐν τοῖς στοιχείοις διαφορὰν, καὶ ὡς ἕκαστον τῶν ἐν τῷ κόσμῳ πρὸς τὴν τοῦ παντὸς σύστασιν συντελούντων, πρὸς τὸ ἐναντίον ἀπῆκται τῆς φύσεως. Τὰ μὲν γὰρ κοῦφά τε καὶ ἀνωφερῆ πέφυκε, τὰ δὲ βαρέα καὶ εἰς τὸ κάτω βεβόθοντα, καὶ τὰ μὲν ἀεὶ ἑστῶτα, τὰ δὲ διόλου κινούμενα. Καὶ ἐν τοῖς κινουμένοις, τὰ μὲν ἀπαράβατον ἐπὶ τὸ ἐν ἔχει τὴν κίνησιν, ὡς ὁ οὐρανός, καὶ τῶν ἀστέρων οἱ πλανώμενοι, οἷς ὁ δρόμος εἰς τὸ ἑμπαλιν τοῦ παντὸς ἀναλισκεται· τὰ δὲ πανταχόθεν διαχεόμενα κατὰ τὸ συμβαῖνον ἀεὶ φέρεται, ὡς ὁ ἀήρ, καὶ ἡ θάλασσα, καὶ ἡ πᾶσα τῆς ὑγρᾶς οὐσίας φύσις. Τί δ' ἂν εἴποι τις τὴν τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν ἐναντίωσιν, ἢ τοῦ ὑγροῦ τὴν πρὸς τὸ ξηρὸν διαφορὰν, τοῦ τε ἄνω τὴν πρὸς τὸ κάτω διάστασιν; ὅσαι δὲ τῶν ζῴων αἱ κατὰ τὴν φύσιν ἀνομοιότητες; τὰς δὲ ἐν τοῖς φυτοῖς κατὰ τε τὰ σχήματα, καὶ τὰ μεγέθη, καὶ τὰς τῶν καρπῶν καὶ ποιότητων παραλλαγὰς τίς ἂν ἐπέλοι λόγῳ ἀνθρώπινος;