Ancient Greek
197.2
Gregorius Nyssenus Theol., Contra Eunomium 197.2
Unproofread scanNot analysed yet
E Οὐκ οἶδα τί νομὴν ἐν τῷ λόγῳ· ὡς ταύτην τοῦ Θεοῦ τῶν ὅλων τὴν φύσιν ἐπὶ τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος τοῦ ἀγίου δημιουργήσαντος, καὶ τὸ ὑπερεβδηχὸς τῶν οὐσιῶν τοιοῦτον εἶναι ποιήσαντος, ὥστε ὑποχειρίως ἔχειν τὴν ἑτέραν τῇ ἑτέρᾳ; καὶ εἰ ταῦτα νοεῖ, διὰ τί τὸ εἰρημένον οὐ διεσάφησε, κατὰ τινὰ λόγον προειποιέται ταῦτα περὶ Θεοῦ γινώσκειν; Ὡς ἐν τῇ βραχύτητι τῶν ἔργων, μεῖζονος ἐπιδειχθησομένης αὐτοῦ τῆς δυνάμεως; Καὶ τὸς τοῦτο συνθήσεται, τὸ μεγάλην αἰτίαν, καὶ δύναμιν τῇ τῶν ἀποτελεσμάτων ἐνδεωρείᾳ βραχύτητι, ἀλλ’ ὡς οὐ δυναμένω τὸ τέλειον ἐν πᾶσι τῶν ἐξ αὐτοῦ συνυποστῆσαι; Καὶ πῶς αὐτῷ συμμαρτυρεῖ τὸ ἀνωτάτω τε καὶ κυριώτατον, εἰπερ ἔλαττον τῆς προαιρέσεως ἐπιθεῖται τὴν δύναμιν; Ἡ οὐδὲ προτεθεῖσθαι λέγει τὸν τοῦ τελείου λόγον τῷ ἐξ αὐτοῦ ἐγενεσθαι, ἵνα μὴ πάντως ἡ τιμὴ καὶ ἡ δόξα τοῦ διὰ τὸ ὑπερέχον τιμωμένου κατασμικρύνῃται; Καὶ τὶς οὕτως ἄθλιος ὥστε μηδὲ τὴν