Ancient Greek
198.1
Gregorius Nyssenus Theol., Contra Eunomium 198.1
Unproofread scanNot analysed yet
θεϊαν τε καὶ μακαρίαν φύσιν καθαρεύειν ἀπὸ τοῦ κατὰ τὸν φθόνον πάθους ὑποληψόμεθα; Ποῖα οὖν εὐ-αρετῆς αἰτία τοῦ ταῦτα οὕτω παρὰ τῷ Θεῷ τῶν ἔλεον ἐπὶ τοῦ Μονογενοῦς καὶ τοῦ Πνεύματος διατε-τάχθαι; Ἄλλ’ οὐχ ἔχεισεν, ἔγιν. Πόθεν οὖν ἄλλοθεν, εἰ μὴ κατὰ τὴν φύσιν οἰκείως ἔχουσιν, ἡ συμφυὴς αὐ-τοῖς τάξις ἐνδύεται; Ἄλλ’ ἴσως τὸ ὑφεῖμένον τῆς οὐ-σίας ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, τὸ συμφυὲς ὀνομάζει τῆς τάξεως. Ἄλλ’ ἐγὼ καὶ αὐτοῦ τούτου δόξαι τὴν αἰτίαν μαθεῖν, δι’ ἣν ὁ Υἱὸς κατὰ τὴν οὐ-σίαν ἡλάττωται, τῆς οὐσίας καὶ ἐνεργείας ἐν τοῖς ἴσοις καὶ τοῖς αὐτοῖς γνωρίσμασι τε καὶ ἰδιώμασι εὐρισκομέναι. Εἰ δὲ οὐχ αὐτὸς τῆς τε οὐσίας καὶ τῆς ἐνεργείας ὁ λόγος, ἀλλὰ διάφορον ἐφ’ ἑκατέρον τὸ σημαίνον, πῶς διὰ τῶν ἑνῶν καὶ ἀλλοτρίων αἱ ἀποδείξεις τοῖς ζητουμένοις ἐπάγονται; Πάτερ ἄν εἰ τις, πολυπραγμονοῦμένης τῆς ἀνθρωπίνης οὐσίας, καὶ ζητουμένου εἰ χαλκευτικὸν εἶναι ὁ ἄνθρωπος, ἡ γραμματικῆς δεκτικόν, εἰς ἀπολῦσιν τοῦ προτεθέντος παραλαβόν οἰκίας ἡ πλοίου κατασκευὴν, ἣν ὁ οἰκοδόμος ἢ ὁ ναυπηγὸς ἐπεχάρτε· Ἐπειτα ἰσχυρι-ζατο τῷ σοφῷ τούτῳ λόγῳ, ὅτι παῖς ἐνεργείαις τὰς οὐσίας γνωρίζομεν· ἐνέργεια δὲ τοῦ ἀνθρώπου, ἡ οἰ-κία καὶ τὸ πλοῖον. Ἐκ τούτων ἄρα καταλαμβάνομεν τὸ πλατυνύχων καὶ γελαστικὸν εἶναι τὸν ἄνθρωπον, ἀπλούστατε; Ἄλλ’ οὐ τοῦτο, φαῖς τις ἄν, τὸ ζητου-μένον ἐστιν, εἰ τινὰ κίνησιν καὶ ἐνέργειαν ὁ ἄνθρω-πος ἔχει, ἀλλ’ αὐτὸ τὸ ἐνεργεῖν τί ποτε κατὰ τὴν φύ-σιν ἐστίν· ὁ πολλοῦ δὲ μαθεῖν ἐκ τῆς ἀποκρίσεως. Καὶ γὰρ εἰ περὶ ἀνέμου τι μαθεῖν ἐβουλήμεν, οὐχ ἂν ψάμμου σωρείαν ἐξ ἀνέμου συστάσαν, ἢ ἀχύρου θη-μόνας, ἢ χόνοιν διὰ χονοῦν δείξας, ἐντελῆ ἄν τοῦ ζη-τουμένου τὸν λόγον ἀπέδωκας. Ἕτερος γὰρ τοῦ ἀνέμου ὁ λόγος· καὶ ἄλλα ταῦτα ἀντὶ τοῦ ζητουμένου δεικνύμενα. Πῶς οὖν οὗτος ταῖς ἐνεργείαις τὰς οὐ-σίας δείκνυσιν, καὶ τὸν τοῦ εἶναι λόγον αὐτοῦ τοῦ ὄν-τος, ἐκ τῶν γενομένων παρὰ τοῦ ὄντος παριστῆσιν; Quomodo igitur iste ex operationibus substantias demonstrat, et rationem essendi ipsius entis ex effecti-bus entis?