Ancient Greek
199.1
Gregorius Nyssenus Theol., Contra Eunomium 199.1
Unproofread scanNot analysed yet
ἡ οὐσία. Κατὰ τὸν αὐτὸν δὲ λόγον, καὶ εἰ διὰ τοῦ Πνεύματος(ἔργον ὀνομάζει τῆς τῷ Υἱῷ παρεπομένης ἐνεργείας) κατειληφέναι λέγει τοῦ Μονογενοῦς τὴν φύσιν, οὐδέμια σύστασις ὁ λόγος ἔχει; πάλιν καὶ ἐνταῦθα τῆς ἐνεργείας μὲν τῷ αποτελέσματι συμπαρεκτεινομένης, τὴν δὲ φύσιν αὐτῆς τε καὶ τοῦ ἐνεργοῦντος, διὰ τοῦ κατεργασθέντος οὐ δεικνυούσης. Ἵνα δὲ καὶ τοῦτο συγχωρήσωμεν, δεδοθόταις ἐνεργείας τὰς οὐσίας γινώσκεσθαι. Οὐκοῦν ἡ πρώτη οὐσία, διὰ τοῦ ἐξ αὐτῆς ἔργου γνωρίζεται, καὶ τὴν δευτέραν ὡσαύτως τὸ ἔργον, τὸ παρ’ αὐτῆς γιγνόμενον, δείκνυσιν· τὴν τρίτην τοίνυν εἴπα, ὦ σοφώτατε, τί τὸ δεικνύον ἐστί, μηδενὸς ἔργου τοιούτου τῆς τρίτης οὐσίας θεωρουμένου; Εἰ γὰρ ταῖς ἐνεργείαις, ὡς σὺ φῃς, αἱ οὐσίαι καταλαμβάνονται, ἀκατάληπτον εἶναι τὴν τοῦ Πνεύματος φύσιν ὁμολογήσεις· οὐδ’ ἔχων κατὰ τὸ προσεχὲς τωιαύτην ἐνέργειαν, καὶ τοῦτου παρακαθημένου, δι’ ἧς τινος τὴν τοῦ Πνεύματος φύσιν ἀναλογίσασθαι. Ἡ τοίνυν δεῖξον τί οὐσιώδες ἔργον τοῦ Πνεύματος, δι’ οὗ κατειληφέναι φῃς τὴν οὐσίαν τοῦ Πνεύματος, ἢ ὅλος ὁμῖν ὁ ἰστός ὁ ἀρχάγης τῇ ἐπαφῇ τοῦ λόγου περιβρήσεται. Εἰ γὰρ ἐκ τῆς προσεχοῦς ἐνεργείας ἡ οὐσία γνωρίζεται κατὰ τὸν ἡμέτερον λόγον, ἐνέργεια δὲ οὐσιώδης τοῦ Πνεύματος οὐδέμια, καθάπερ τοῦ Πατρὸς μὲν τὸν Υἱόν, τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα φασε, ἀνεπίγνωστος πάντως ἡ τοῦ Πνεύματος φύσις καὶ ἀκατάληπτος διὰ τοῦτον συνωμολογεται· μηδεμιᾶς αὐτῇ ἐνεργείας τῆς καθ’ ὑπόστασιν νοουμένης παραπλησιούσης. Εἰ δὲ τοῦτο διαπέφευγε τὴν κατάληψιν, πῶς τοῦ μὴ κατειλημμένου ἡ ὑπερκειμένη οὐσία καταλαμβάνεται; Εἰ γὰρ ἀγνοεῖται τοῦ Υἱοῦ τὸ ἔργον, ὅπερ ἐστίν, ὡς φασί, τὸ Πνεῦμα, οὐδ’ ἂν ἐκεῖνος ἐπιγνοσθείη πάντως, τῇ ἀδηλίᾳ τοῦ τεκμηριούστος συσκαζόμενος. Καὶ εἰ τοῦ Μονογενοῦς ἡ οὐσία τῷ τρόπῳ τούτῳ διαλανθάνει, πῶς διὰ τῆς λανθανούσης ἡ κινώτατος καὶ κυριωτάτη φανερωθήσεται, τῆς τοῦ Πνεύματος ἀδηλίας κατὰ ἀνάλυσιν διὰ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα διαδοθείσης; ὡς ἐκ τούτων σαφῶς ἀποδείκνυσθαι, καὶ διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας, τὸ ἀκατάληπτον εἶναι πάντη τοῦ Πατρὸς τὴν οὐσίαν. Πόθεν οὖν ὁ ὀξυδερκής οὗτος, ὁ τὰ ἀνύπαρκτα βλέπων, τὴν τῶν ἀφανῶν τε καὶ ἀκατάληπτον φύσιν δι’ ἄλλων αὐτὸς τε βλέπει, καὶ ἡμῖν ἐγκλεῦεται, ἐκ τῶν ἔργων τὰς οὐσίας, καὶ ἐξ ἐκείνων τὰ ἔργα λέγων καταλαμβάνεσθαι; Ἄλλα καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν· καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φροῦν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. Πῶς ἂν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεων μεταγάγοι; Καὶ τὰς ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίας οἴεται δυναντὶ εἶναι διὰ τῆς καταλήψεως τῶν οὐσιῶν διαλεῖσθαι. Πῶς διὰ τῶν μὴ κατειλημμένων τὸ ἀμφιβαλλόμενον εἰς πίστιν ἄγει; Εἰ μὲν γὰρ κατεληπτο ἡ οὐσία, τὶς χρεία πολυπραγμονεῖν τὴν ἐνέργειαν, ὡς δι’ ἐκείνης μελλόντων ἡμῶν τῇ καταλήψει τοῦ ζητουμένου προσάγεσθαι; Εἰ δὲ διὰ τοῦτο ἀναγκαία ἡ τῆς ἐνεργείας ἐξέτασις, ὡς ἂν διὰ ταύτης πρὸς τὴν σύνεσιν τῆς ἐνεργοῦσης αὐτῆν οὐσίας ὁδηγηθείημεν, πῶς ἡμῖν ἡ μήπω γνωσθεῖσα φύσις τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλύσαι δυνήσεται; Παντὸς