Ancient Greek
200.1
Gregorius Nyssenus Theol., Contra Eunomium 200.1
Unproofread scanNot analysed yet
γὰρ πράγματος ἀμφιβαλλομένου, διὰ τῶν ὁμολογουμένων αἱ ἀποδείξεις γίνονται. Ὅταν δὲ ἐπίσης ἐν ἀμφοτέροις ἢ τοῖς ζητουμένοις τὸ ἀδηλον· πῶς τὰ δι' αὐτῶν ἀγνοούμενα δι' ἀλλήλων καταλαμβάνεσθαι φησιν ὁ Εὐνόμιος; Ἀμφιβαλλομένης γὰρ τῆς τοῦ Πατρὸς οὐσίας, διὰ τῆς παρεπομένης αὐτῷ ἐνεργείας, καὶ τοῦ πρὸς ταύτης ἀποτελεσθέντος ἔργου, φανεροῦσθω τὸ ζητουμένον λέγει. Πάλιν δὲ τοῦ Μονογενοῦς οὐσίας ζητουμένης ἥτις ἐστίν (ὃν εἰτε ἐνέργειαν, εἰτε τῆς ἐνεργείας ἀποτέλεσμα λέγει· χέρηται γὰρ ἑκατέρῳ τῶν λόγων), ἐκ τῆς τοῦ πεποιηκότος φησιν οὐσίας εὐκολον εἶναι διαλύειν τὴν περὶ τοῦ Μονογενοῦς ἀμφισβήτησιν.