Ancient Greek
200.2
Gregorius Nyssenus Theol., Contra Eunomium 200.2
Unproofread scanNot analysed yet
Ἡδεὼς δ' ἄν καὶ τοῦτο παρ' αὐτοῦ μάθοιμεν· Ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείας ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ καὶ ἐπὶ παντὸς πράγματος, ᾧ τις δύναμις ποιητικὴ συνπάρεσι, διὰ τῆς τοῦ ποιούντος οὐσίας, καὶ τὴν τῶν γεγονότων φύσιν ἐπιγινώσκει. Εἰ μὲν οὖν ἐπὶ μόνης τῆς θείας δυνάμεως τὸ τοιοῦτον ἀποφαίνεται δόγμα, δεῖξάτω πῶς τὴν ἀμφισβήτησιν τῶν τοῦ Θεοῦ ἔργων διαλύει διὰ τῆς τοῦ ἐνεργήσαντος φύσεως. Ἰδοὺ γὰρ ἀναμφίβολον ἔργον Θεοῦ, οὐρανός, γῆ, θάλασσα, ὅλος ὁ κόσμος. Ζητεῖσθω δὲ καθ' ὑπόθεσιν, τούτων ἑνὸς ἡ οὐσία · καὶ ἔστω οὐρανὸς τῇ θεωρίᾳ τοῦ λόγου προκειμενος. Ἀμφιβαλλομένης φανῶν τοῦ οὐρανοῦ τῆς οὐσίας, διὰ τὰς ποικιλίας ἐπὶ τούτῳ δόξας τῶν διαφόρους κατὰ τὸ φανὲν ἑκάστῳ περὶ αὐτοῦ φυσιολογούντων, πῶς ἡμῖν ἐπάγει τὴν διάλυσιν τῆς τοῦ ζητουμένου ἀμφιβολίας ἢ τοῦ πεποιηκότος τὸν οὐρανὸν θεωρία; Ἐκεῖνος ἄυλος, ἀόρατος, ἀσχημάτιστος, ἀγέννητός τε καὶ εἰσαεὶ διαμένων, φθόρας, καὶ τροπῆς, καὶ ἀλλοιώσεως, καὶ τῶν τοιούτων πάντων ἀνεπίδεκτος μένων. Πῶς οὖν ὁ τοιαύτην περὶ τοῦ ἐνεργήσαντος λαβὼν τὴν διάνοιαν, πρὸς τὴν ἐπίγνῶσιν τῆς τοῦ οὐρανοῦ φύσεως ἐναχθήσεται; Πῶς ἐκ τοῦ ἀοράτου, τὸ ὅρατον, ἐκ τοῦ ἀθράπτου, τὸ φθορά ὑποκείμενον, ἐκ τοῦ ἀγεννήτως ὄντος, τὸ ἀπὸ χρόνου τὴν ὑστάσιν ἔχον, ἐκ τοῦ εἰσαεὶ διαμένουτος, τὸ πρόσκαιρον κεκτημένον τὴν ὑπαρξιν, καὶ ἐκ πάντων τῶν ἐναντίων, τὴν περὶ τοῦ ζητουμένου ποιήσεται κατανόησιν; Εἰπάτω ὁ περιεσκεμμένος, δι' ἀχριβείας τὰ ὄντα· εἰπάτω πῶς ἐστι δυνατὸν τὰ ἀνόμοια κατὰ τὴν φύσιν ἔχοντα, δι' ἀλλήλων ἐπιγινώσκεσθαι · καίτοι γε δι' αὐτῶν τούτων ὧν αὐτὸς φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἡπίστατο λόγοις, ὀδηγήθη ἂν πρὸς τὸν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσιν. Εἰ γὰρ ἢ τοῦ ποιήσαντος φύσις τὸ παρ' αὐτῆς γεγενημένον δείκνυσι, καθὼς οὗτος φησιν, ποίημα δὲ κατ' αὐτοῦς ὁ Υἱὸς ἐστι τοῦ Πατρός, πάντως ὁ τὸν τοῦ Πατρὸς φύσιν κατανοήσας, καὶ τὴν τοῦ Μονογενοῦς δι' ἐκείνης ἐγνώρισεν · εἴπερ ἢ τοῦ ἐνεργήσαντος φύσις τὸ ἐνεργηθὲν ἀπεστίμηνεν.