Ancient Greek
202.2
Gregorius Nyssenus Theol., Contra Eunomium 202.2
Unproofread scanNot analysed yet
Νυνὶ δὲ τρόπῳ γεννήσεως τρόπον φασιν ὁμοιότητος ἐπεσθαι· τοῦτο δὲ τοῖς ἀκριβῶς ἐπισταμένοις ἐξετάζειν ἐννοίας λόγον, ἀδιανόητον παντελῶς εὑρεθήσεται. Τί γὰρ δεῖ νοῆσαι γεννήσεως τρόπον ἀκούσαντες, πᾶν τῶν ἀτόπων ἐστίν. Τὸ σχῆμα τοῦ ἀποστέλλοντος λέγει, ἢ τὴν ὁρμὴν, ἢ τὴν διάθεσιν, ἢ τόπον, ἢ χρόνον, ἢ τὸ διὰ συλλήψεως τελειοῦσθαι τὸ ἔμβρυον, ἢ αὐτὸν τῶν γεννητικῶν μέννηται τόπων; ταῦτα μὲν οὔχ, ἕτερον δὲ τῶν κατὰ τὴν γέννησιν θεωρουμένων λέγει; καὶ πῶς ἂν μάθοιμεν τὸ λεγόμενον; Τὸ γὰρ ἀκυρον καὶ ἀσχήμαντον τῆς τοῦ τρόπου λέξεως, ἐπιδιδάσκει ἡμᾶς τοὺς σημανομένους παρασκευάζει, ἐπίσης πάντων ταῖς ὑπονοίαις ὑποπτιπτόντων, καὶ κατ' ἴσον ἑκάστῳ τὸ ἀναμάρτητον πρὸς τὸ προκειμένον ἐχόντων· ὡσαύτως δὲ καὶ ὁ φησιν, ὁμοιότητος τρόπον, οὕτως λέγόμενον, ἀλλοτρίων πάσης διανοίας ὑπονοούσιν πρὸς τὰ ὑποδείγματα τῶν διὰ τῆς συνθείας γνωρίμων ἀποσκοποῦντες. Οὐ γὰρ τὸ εἶδος ἢ τὸν τρόπον τοῦ τόπου, καὶ τὸ γεννώμενον ὁμοιοῦται· ὁ μὲν γὰρ τόπος ἐπὶ τῆς διὰ σαρκὸς γεννήσεως, σώματος ἐστὶ διαστολή, τὸ τελειωθὲν