Ancient Greek
203.1
Gregorius Nyssenus Theol., Contra Eunomium 203.1
Unproofread scanNot analysed yet
ζῶν ἐν τῇ διαπλάσει τῶν σπλάγχνων ἐπὶ τὸ ἔξω προάγουσα. Τὸ δὲ γεννώμενον ἀνθρώπός ἐστιν ἢ ἵππος, ἢ βοῦς, ἢ ὅ τι ἂν τύχῃ διὰ γεννήσεως φυστάμενον. Πῶς τοίνυν ὁ τῆς ὁμοιότητος τοῦ τιττομένου τρόπος ἔπεται τῷ τρόπῳ τῆς γεννήσεως, ἐπάτω αὐτὸς οὗτος, ἢ εἴ τις ἄλλ' αὐτοῦ μαγεύσιν ἐπαίδευται τέχνην. Ἄλλο γὰρ ὁ τόκος, καὶ τὸ ἐκ τοῦ τόκου ἄλλο, καὶ διάφορος ἑκατέρου ὁ λόγος. Ὅτι μὲν οὖν ἐπὶ τῶν διὰ σαρκὸς τιττομένων ψευδὲς ἐστὶ τὸ λεγόμενον, οὐδεὶς ἀντείποι τῶν νοῦν ἔχόντων.