Ancient Greek
203.3
Gregorius Nyssenus Theol., Contra Eunomium 203.3
Unproofread scanNot analysed yet
Ἵπολοῖπον δ' ἂν εἴη σκοπεῖν εἰ τινὰ συντέλειαν πρὸς τὴν τῆς βλασφημίας κατασκευὴν συνευσέρρεται. Τί οὖν τὸ ζητούμενον ἦν; Τὸ δεῖν κατὰ τὴν οὐσίαν ὁμοίως ἢ ἀνομοίως ἔχειν τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογεῖσθαι. Ὅπερ διὰ τὸ μὴ δύνασθαι, φησίν, ἐκ τῶν τῆς προνοίας λόγων μαθεῖν, ἐπὶ τὸν τῆς γεννήσεως ἀνελήλυθέναι τρόπον· ὡς διὰ τούτου γνῶναι οὐχὶ τὸν γεννηθέντα, εἰ ὁμοίως ἔχει πρὸς τὸν γεννήσαντα, ἀλλὰ τινὰ ὁμοιότητος τρόπον, καὶ διὰ τὸ τοῖς πολλοῖς ἄγνωστον εἶναι τοῦτον, διὰ τοῦτο τὴν γεννήσασαν οὐσίαν περιεργάζεσθαι. Ἄρα οὖν ἐπιλήθεται τῶν ἰδίων διορισμῶν, ἐν οἷς φησίν, ἐκ τῶν ἔργων δεῖν τὰς οὐσίας καταλαμβάνεσθαι; Τῆς οὖν γεννηθείσης οὐσίας, ἣν ἔργον ὀνομάζει τῆς ὑπερκειμένης, μηδὲν φανερωθείσης, πῶς ἔχει κατὰ τὴν φύσιν, πῶς ὑπερβάς τὸ, ὡς αὐτὸς λέγει, κατώτερον, καὶ διὰ τοῦτο τῇ καταλήψει τῶν ζητουμένων προσεχέστερον, τῇ κυριωτάτῃ καὶ ἀνωτάτῃ προσφέρεται; Τῆς οὖν γεννηθείσης οὐσίας, ὡς φωνάς, ἐν τῷ κατ' αὐτὸν λόγῳ, κατασκευάσας, νῦν χαίρειν ὀλίγον ποιεῖται τὸν λόγον, ὥσπερ ἄγνων ὅτι οὐχ ἔστι τῇ γνώσει τοῦ Πατρὸς προσθῆναι, μὴ διὰ τοῦ Υἱοῦ προσεγγίσαντα; Οὐδεὶς γὰρ, φησίν, ἔγνω τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἂν θελήταὶ