Ancient Greek
203.2
Gregorius Nyssenus Theol., Contra Eunomium 203.2
Unproofread scanNot analysed yet
Εἰ δὲ τὸ ποιεῖν καὶ τὸ κατασκευάζειν, τρόπον γεν-νήσεως ὀνομάζει, ᾧ ἔπεσθαι τὸν τρόπον τῆς τοῦ γινομένου, φησίν, ὁμοιότητος· καὶ οὕτως ὁ λόγος τοῦ εἰκότος κεχωρίσται· οὕτω δὲ διὰ τῶν ὑπο-δειγμάτων σκοπήσωμεν. Χρῆλαις τυπτοῦται σίδηρος, πρὸς τι τῶν ἐν τῷ βίῳ χρησίμων παρὰ τοῦ δημιουργγούντος σχηματιζόμενος. Τὸ οὖν σχῆμα τῆς ἀκμῆς, ἂν οὕτω τύχῃ, πῶς ὁμοιοῦται τῇ χειρὶ τοῦ τεχνίτου, ἢ τῷ τρόπῳ τῆς κατασκευῆς, οἷον σφύραις, καὶ ἀνθραξί, καὶ φύσαις, καὶ ἀκμῇ, δι' ὧν αὐτὴν ὁ δημιουργὸς ἀνετυπώσατο, οὐχ ἂν τις εἰπεῖν ἔχοι· τὸ δὲ ἐπὶ τοῦ ἑνὸς ὑποδείγματος εἰρημένον, πᾶσιν ἐφαρμόζει τοῖς διὰ τινὸς κατασκευῆς ἀπεργασθεῖσιν, ὅτι τῷ τρόπῳ τῆς γεννήσεως τὸ γινόμενον οὐδαμῶς ὁμοιοῦται. Τί γὰρ κοινὸν ἔχει τὸ εἶδος τοῦ ἱματίου πρὸς τὸ πηνίον, ἢ τοὺς κανόνας, ἢ τὴν κερχίδα, ἢ ὅλως πρὸς τὸν τρόπον τοῦ ὑφάντου κατασκευῆς; εἰ δὲ τὸ βέθρον πρὸς τὴν τῶν ξύλων ἀπεργασίαν, ἢ ἄλλο τι τῶν γινομένων πρὸς τὸ σχῆμα τοῦ κατεργασμένου; Ἄλλ' ἐν μὲν τοῖς αἰσθήτοις καὶ σωματικοῖς ἀρνεῖ τὸν λόγον τοῦτον, καὶ αὐτοὺς σίμαι τοὺς ἐναντίους συντεθῆσθαι.