Ancient Greek
204.2
Gregorius Nyssenus Theol., Contra Eunomium 204.2
Unproofread scanNot analysed yet
Ἄνεσις γοῦν ἐπὶ τὴν γεννηθεῖσαν οὐσίαν, καὶ δι' ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ, διὰ τὸ τῇ φυσικῇ, φησί, τοῦ γεννήσαντος ἀξίᾳ δεῖκνυσθαι τὸν τῆς γεννήσεως τρόπον. Πάλιν· τοῦτο ἀπλῶς καὶ ἀδιόριστως παραρρίφεν, ἐπὶ πάντα παραπλησίως διαγεῖσθαι παρασκευάζει τοῦ ζητουμένου τὴν ἔνοιαν. Τοιαῦτα γὰρ ἐστι καθολικῶς τὰ δογματιζόμενα, ὡς ἐπὶ πάντα φέρεσθαι ταῖς ὑπονοίαις, καὶ μηδὲν ὑπεξαίρεσθαι τῆς περιληπτικῆς ἀποφάσεως. Εἰ οὖν πάντως ὁ τῆς γεννήσεως τρόπος τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ γνωρίζεται, πολλοὶ δὲ τῶν τικτόντων αἱ κατὰ τὰς ἀξίας διαφοραὶ, καὶ κατὰ πολλὰς ἐπινοίας καταλαμβάνονται (γεννᾶται γὰρ Ἰουδαῖος, Ἕλλην, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος): τί ἐκ τούτων κατασκευάζεται; Ὅτι ὅσαι εἰσὶ τῶν γεννῶντων κατὰ τὰς φυσικὰς ἀξίας διαφοραὶ, τοσοῦτοι καὶ τρόποι γεννήσεως κατὰ τὸ εἶδος εὑρεθήσονται· ὡς μὴ κατὰ τὸν αὐτὸν τρόπον πληροῦσθαι πᾶσι τὴν γένεσιν· ἀλλὰ ταῖς τῶν γεννῶντων ἀξίαις τὰς φύσεις συμμεταβάλλεσθαι, καὶ δεῖν ἕκαστον τῶν τικτομένων, κατὰ τὴν τῶν ἀξιωμάτων διαφορὰν, ἰδιάζοντά τινα γεννήσεως τρόπον καινοτομεῖσθαι. Πᾶσι γὰρ συμφεῖς ἀξία τις εἶσι πάντως· ἐπιθεωρούμεναι τοῖς καθ' ἕκαστον, διαφέρουσι δὲ ἀλλήλων πρὸς τὸ κρεῖττον ἢ κατὰ δεστέρον· ὅπως ἂν ἕκαστον συμπέσῃ, γένος, δέωμα, θρησκεία, πατρίς, δυναστεία, δουλεία, πλοῦτος, πενία, τὸ αὐτεξούσιον, τὸ ὑποχείριον. πάντα δὲ τὰς κατὰ τὸν βίον διαφορὰς ἐν ταῖς ἀξίαις ἐργάζεται. Εἰ οὖν τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ, καθὼς φησιν ὁ Εὐνόμιος, ὁ τῆς γεννήσεως δείκνυται τρόπος (πολλαὶ δὲ αἱ κατὰ τὰς ἀξίας διαφοραὶ), πολλοὶ πάντως καὶ οἱ τῆς γεννήσεως τρόποι, κατὰ τὸν δογματιστὴν εὑρεθήσονται, τῆς κατὰ τὰς ἀξίας διαφορὰς νομοθετοῦσης τῇ φύσει τὸν τόχον.