Ancient Greek
204.3
Gregorius Nyssenus Theol., Contra Eunomium 204.3
Unproofread scanNot analysed yet
Εἰ δὲ μὴ δέχοιτο φυσικὰς εἶναι τὰς τοιαύτας ἀξίας, ὡς ἐξω τῆς φύσεως θεωρουμένας, οὐδὲ ἡμεῖς ἀντιλέγομεν· ἐκεῖνο μέντοι πάντως συνθήσεται, ὅτι φυσικὴ τινὶ πάντως ἀξίᾳ τῆς ἀλόγου ζωῆς ἡ ἀνθρωπίνη κεχωρίσται. Ἄλλ' ὁ τοῦ τόκου τρόπος, οὐδεμίαν ἐν τῇ κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾷ τὴν παραλλαγὴν ἔχει, ὁμοιότροπος τῆς φύσεως τὰ τε λογικὰ καὶ τὰ ἄλογα διὰ τῆς γεννήσεως εἰς τὴν ζωὴν παραγοῦσης. Εἰ δὲ ἐπὶ μόνης ἐκείνης τῆς οὐσίας τῆς, ὡς αὐτὸς ὀνομάζει, κυριωτάτης,καὶ ἀνωτάτης,τὸ συμφεῖς ἀξίωμα καταλαμβάνει, ἰδωμένε τι καὶ νοῶν τοῦτο λέγει. Ὡς μὲν γὰρ ὁ ἡμέτερος λόγος, συμφεῖς ἐστιν ἀξίωμα