Ancient Greek
205.2
Gregorius Nyssenus Theol., Contra Eunomium 205.2
Unproofread scanNot analysed yet
Εἰς ποῖον οὖν συμφεὲς ἀξίωμα τοῦ Πατρὸς βλέπων, δι’ ἐκείνου τὸν τῆς γεννήσεως τρόπον ἀναλογίζεται ; Εἰς τὴν ἀγεννησίαν πάντως ἔρει. Οὐκοῦν εἰ μὲν πάντα τὰ ὀνόματα, ὅσα εἰς δοξολογίαν τοῦ Θεοῦ τῶν ὅλων ἐμάθομεν, ἀργὰ σοὶ καὶ ἀσήμαντα λέγομεν, περιττὴ τις ἐστὶ καὶ παρέλκουσα ἡ τῶν τοιούτων φωνῶν ἀπαρίθμησις ἐν ψιλῷ τῷ καταλόγῳ προφερομένη, ἐπεὶ οὐδὲμία τῶν λοιπῶν προσῃγοριῶν τὴν φυσικὴν ἀξίαν τοῦ ἐπὶ πάντων παρίστησιν· εἰ δὲ ἐκάστου τῶν λεγομένων ἰδιάζουσα τις ἔνοια, καὶ πρέπουσα τῇ περὶ Θεοῦ ὑπολήψει γνωρίζεται· δηλονὅτι κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφεῖς ἀξίαι τοῦ Θεοῦ θεωροῦνται· καὶ διὰ τούτων ἡ τῶν οὐσιῶν ὁμοιότης κατασκευάζεται· εἴπερ τὰ συμφεὴ ταῖς οὐσίαις ἀξιώματα γνωριστικὰ τῶν ὑποκειμένων ἐστὶ. Τῶν δὲ ἀξιωμάτων ἐφ’ ἑκάτερο τῶν αὐτῶν φαινομένων, ἡ κατὰ τὴν οὐσίαν ταυτότης τῶν ταῖς αὐταῖς ἀξίαις ὑποκειμένων πραγμάτων σαφῶς ἐπιδείκνυται. Εἰ γὰρ ἰκανὴ νομίζεται ἑνὸς ὀνόματος παραλλαγὴ τὸ ξένον τῆς οὐσίας ἐνδείκνυσθαι, πόσῳ μᾶλλον ἰσχύσει ἡ τῶν μυρίων ὀνομάτων ταυτότης τὸ κοινὸν παραστῆσαι τῆς φύσεως ; Τίς οὖν ἡ αἰτία, δι’ ἣν τὰ μὲν λοιπὰ τῶν ὀνομάτων περιόρᾳται, μόνῳ δὲ τῷ ἐνὶ τεκμηριούται ἡ γέννησις ; Καὶ διὰ τί μόνου συμφεὲς ἀξίωμα τὴν ἀγεννησίαν ἐπὶ τοῦ Πατρὸς δο-