Ancient Greek
205.1
Gregorius Nyssenus Theol., Contra Eunomium 205.1
Unproofread scanNot analysed yet
τῷ Θεῷ, αὐτὴ ἡ ὀὐσία, ἡ σοφία, ἡ δύναμις, τὸ ἀγαθὸν εἶναι, κριτὴν, δίκαιον, ἰσχυρόν, μακρόθυμον, ἀληθινόν, κτίστην, ἐξουσιαστήν, ἄορατον, ἀτελεύτητον, καὶ εἰ τὸ ἄλλο τῶν εἰς δοξολογίαν παρὰ τὴν θεοπνεύστου Γραφῆς εἰρημένων ἐστιν· ἄπερ πάντα καὶ τῷ μονογενεῖ Υἱῷ κυρίως καὶ συμφώνως ἐνδευεῖσθαι φαμεν· ἐν μόνῃ τῇ κατὰ τὸ ἀνάρχον ἐνοίᾳ τὴν διαφοράν ἐπιστάμενοι, καὶ ταύτην οὐ κατὰ πᾶσαν ὑπόνοιαν τοῦ Μονογενοῦς ἀποτέμνομεν· μηδὲ δὲ διασταρασσεῖν διὰ συκοφαντίας τὸν λόγον, ὡς ἀγέννητον ἡμῶν δεικνύναι ἐπιχειρούντων τὸν ἀληθῶς Υἱόν· οὐδὲν γὰρ ἔλαττον ἀσεβεῖν τοὺς τὰ τοιαῦτα λέγοντας τῶν τὸ ἀνόμοιον δογματιζόντων διορίζομεθα. Ἄλλ’ ἐπειδὴ πολύσημος ὁ τῆς ἀρχῆς λόγος, καὶ εἰς πολλὰ ταῖς ὑπονοίαις φερόμενος· ἐστιν ἐν οἷς φαμεν καὶ τῷ μονογενεῖ Υἱῷ μὴ ἀπεμαρτεῖν τὴν τοῦ ἀνάρχου προσῃγορίαν. Ὅταν μὲν γὰρ τὸ μὴ ἐξ αἰτίου τινὸς τὴν ὑπόστασιν ἔχειν ἐκ τῆς φωνῆς τοῦ ἀνάρχου νοῆται, τοῦτο μόνον τοῦ Πατρὸς ἴδιον ὁμολογοῦμεν· ὅταν δὲ κατὰ τὰ λοιπὰ τῶν ἐπὶ τῆς ἀρχῆς σημαινομένων ἡ ἐξέτασις ἦ, ἐπειδὴ καὶ κτίσεώς τινος ἐπνοεῖται ἀρχή, καὶ χρόνου, καὶ τάξεως, τὰν τοῦτο καὶ τῷ Μονογενεῖ προσμαρτυροῦμεν ὡς ὑψηλότερον ἀρχῆς εἶναι, ὡς ὑπὲρ πᾶσαν κτίσεως ἀρχήν, καὶ χρόνου ἐννοίαν, καὶ τάξεως ἀκολουθίαν εἶναι πιστεύειν τὸ δι’ οὗ τὰ πάντα ἐγένετο· ὥστε τὸν τῷ λόγῳ τῆς ὑποστάσεως μὴ ἀνάρχον, ἐν τοῖς ἄλλοις πᾶσιν ὁμολογοῦμεν ἔχειν τὸ ἀνάρχον· καὶ τὸν μὲν Πατέρα, καὶ ἀνάρχον, καὶ ἀγέννητον· τὸν δὲ Υἱὸν ἀνάρχον μὲν κατὰ τὸν εἰρημένον τρόπον, οὐ μὴν καὶ ἀγέννητον.