Ancient Greek
214.33 to 214.51
Gregorius Nyssenus Theol., Contra Eunomium 214.33-51
Unproofread scanNot analysed yet
ἀ-τοπον, ὅ κατὰ τοῦ δόγματος ἡμῶν ἐσορῆσαντο, τὸ ἑαυτὸν ὁρ' ἑαυτοῦ λεχθῆναι γεγενῆσθαι· ἢ εἴπερ τοῦτο παράλογον, καὶ φύσιν οὐκ ἔχον, ἀσύστατον πάντως ἐκεῖνο δεῖχθήσεται, τὸ τὴν κτίσιν πᾶσαν δι' αὐτοῦ γεγενῆσθαι δυσχωρίζεσθαι. Ἡ γὰρ τοῦ ἑνὸς ὑπεξαιρεσις, ψευδὴ τὸν περὶ πάντων κατασκευάζει λόγον. Ὥστε ἐκ μὲν τοῦ κτιστὸν εἶναι τὸν Μονογενῆ διορίζεσθαι, δύο πονηρῶν καὶ ἀτόπων τὸ ἕτερον πάντως ὁ λόγος οὐ διαφεύξεσθαι· ἢ τὸ μὴ εἶναι πάντων αὐτῶν τῶν γεγονότων αἴτιον, εἴπερ αὐτὸς ἐκεῖνος ὑπεξαιροῖτο τῶν πάντων, ἐν δὲ τῶν ἔργων δυσχωρί- ζονται· ἢ τὸ καὶ ἐαυτοῦ ποιητὴν ἀποδεικνύνθαι, εἰπερ μὴ ψεύδεσθαι ὁ μηδὲν τῶν γεγονότων χεῖρὶ ἐκείνου γεγενῆσθαι κηρύσας. Τὰ μὲν οὖν παρ' ἐκείνων Εἰ δὲ τις ὑγιαίνουσι διδασκαλίᾳ προσέχων, ἐκ τῆς θείας τε καὶ ἀκράτου φύσεως τὸν Υἱὸν εἶναι πιστεύσει, πάντα συνυβὴ τῷ τῆς εὐσεβείας ἀναφάνη- σεται δόγματι, τὸ ποιητὴν εἶναι τὸν πάντων τὸν Κύριον· τὸ βασιλεύειν τῶν ὄντων, οὐ κατὰ ἀποκλήρωσιν, ἢ κατὰ τυραννικὴν τινα δυναστείαν τῶν ὁμοφύλων προτεταγμένον, ἀλλὰ τῇ τῆς φύσεως ὑπεροχῇ,