Ancient Greek
214.54
Gregorius Nyssenus Theol., Contra Eunomium 214.54
Unproofread scanNot analysed yet
τῇ κατὰ πάντων ἔχοντα κράτος. Καὶ εἰ πρὸς τούτους, τὸ μὴ εἰς διαφόρους ἄρχας τῇ ἑτερότητι τῆς φύσεως διηρημένος, τὸ τῆς μοναρχίας δόγμα καταμεριζέσθαι, ἀλλὰ μίαν θεότητα, μίαν ἀρχήν, μίαν τῶν πάντων ἐξουσίαν εἶναι πιστεύειν ἐν τῇ τῶν ὁμοίων συμφωνίᾳ τῆς θεότητος θεωρουμένης, καὶ διὰ τοῦ ὁμοίου πρὸς τὸ ὁμοιον τὴν διάνοιαν ἀγούσης, ὡς τῆς πάντων μὲν ἀρχῆς, ἧτις ἐστὶν ὁ Κύριος, διὰ τοῦ ἁγίου Πνεύματος ταῖς ψυχαῖς ἐλλαμπούσης. Ἀμήχανον γὰρ ἀληθῶς θεωρηθῆναι τὸν Πνεύματι ἁγίῳ, καθὼς φησιν ὁ Ἀπόστολος, διὰ δὲ τοῦ Κυρίου, ὃς ἐστιν ἡ πάντων ἀρχή, τῆς ἐπέκεινα πάσης ἀρχῆς ἡμῖν εὐρίσκουμένης, ἧτις ἐστὶν ὁ ἐπὶ πάντων Θεός· οὐδὲ γὰρ δυνατὸν ἐστιν ἄλλως, τὸ ἀρχέτυπον ἀγαθὸν ἐπιγνωσθῆναι, μὴ ἐν τῇ εἰκόνι ἀοράτου φαινομένου. Ὥστερ δὲ τινὰ διαυλοῦ ἀνακάμπτοντες μετὰ τὸ κεφάλαιον τῆς θεογνωσίας, αὐτὸν λέγω τὸν ἐπὶ πάντων Θεόν, διὰ τῶν προσεχῶν τε καὶ οἰκείων τῇ διανοίᾳ τρέχοντες, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα ἀναχωροῦμεν. Ἐν περὶ τοῦ γὰρ τοῦ ἀγεννήτου φωτὸς καταστάσεως, ἐκθεῖναι πάλιν τὸ ἐξ αὐτοῦ φῶς, κατὰ τὸ προσεχὲς ἐνοήσαμεν, ὅσον ἀκτῖνα τινὰ τῷ ἡλίῳ συνυφισταμένῳ· ἧς ἡ μὲν αἰτία τοῦ εἶναι, ἐκ τοῦ ἡλίου· ἡ δὲ ὑπαρξίς, ὁμοῦ τῷ ἡλίῳ, οὐ χρόνῳ ὑστερον προσγενομένη· ἀλλ’ ὁμοῦ τῷ ὀφθῆναι τὸν ἥλιον, ἐξ αὐτοῦ ἀναφαινομένη. Μᾶλλον δὲ (οὐ γὰρ ἀνάγκη πρὸς τὴν εἰκόνα δουλεύοντας δούναί τας συκοφαντίας· κατὰ τοῦ λόγου λαβὼν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ) οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον, ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννηθέντα αὐτῷ συνεκλάμποντα, καὶ κατὰ πάντα ὁμοίως ἔχοντα, κάλλει, δυνάμει, λαμπρότητι, μεγέθει, φαίδρᾳ, καὶ πᾶσιν ἄπαξ τοῖς παρὰ τὸν ἥλιον θεωρουμένοις. Καὶ πάλιν ἕτερον τοιούτου φωτὸς, κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινὶ διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποπεπταμένου, ἀλλὰ δι’ αὐτοῦ μὲν ἐκλάμπον· τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός· φῶς μέντοι καὶ αὐτὸ καθ’ ὁμοιότητα τοῦ προειρημένου· λάμπον, καὶ φωτίζον, καὶ τὰ ἄλλα πάντα τὰ τοῦ φωτὸς ἐργαζόμενον. Οὐδὲ γὰρ ἐστι φωτὶ πρὸς ἕτερον φῶς κατ’ αὐτὸ τοῦτο παραλλαγή· ὅταν κατ’ οὐδένα τῆς φωτιστικῆς χάριτος ἐνδεῶν, ἡ ὑστερούμενον φαίνηται, ἀλλὰ πᾶση τελειότητι πρὸς τὸ ἀκρότατον ἐπηρμένον, μετὰ Πατρὸς καὶ Υἱοῦ θεωρῆται, μετὰ Πατέρα καὶ Υἱὸν ἀριθμῆται, καὶ δι’ ἑαυτοῦ τὴν προσαγωγὴν πρὸς τὸ ἐπινοούμενον φῶς, τὸ ἐν Πατρὶ καὶ Υἱῷ, πᾶσι τοῖς μετασχεῖν δυναμένοις χαρίζηται. Ἄλλα ταῦτα μὲν εἰς τοσοῦτον.