Ancient Greek
223.1 to 223.34
Gregorius Nyssenus Theol., Contra Eunomium 223.1-34
Unproofread scanNot analysed yet
A πειν ὁμοῦ τῷ εἶναι αὐτὸν καὶ Πατέρα εἶναι; καὶ εἰ μὴ καλὸν, μήτε πρέπον αὐτῷ, τὸ ἐξ ἀρχῆς εἶναι Πατέρα τοιούτου Παίδος, πῶς προῖὼν τὸ μὴ καλὸν ἐπεχτήσατο; Ἄλλὰ καλὸν ἐστι νῦν, καὶ τῇ μεγαλειώ- τητι τοῦ Θεοῦ πρέπον τοιούτου γενέσθαι Πατέρα. Οὐκοῦν ἀμέτοχον αὐτὸν τοῦ καλοῦ τὰ καταρχὰς εἶναι κατασκευάζουσιν· καὶ ἕως οὐκ εἶχε τὸν Υἱὸν ὁ Θεὸς (ἵλεως, δὲ εἴη τῷ λόγῳ ὁ Θεός), μήτε σοφίαν ἔχειν αὐτὸν ἔρουσι, μήτε δύναμιν, μήτε ἀλήθειαν, μήτε τὰ ἄλλα πάντα, ὅσα κατὰ διαφόρους ἐπινοίας ὁ μονογενὴς Υἱὸς ἐστι τε καὶ ὀνομάζεται. B Ἄλλὰ ταῦτα μὲν εἰς κεφαλὰς τῶν αἰτίων τραπεῖη. Ἡμῖν δὲ πάλιν ἐπανιτέον, ὅθεν ἐξέδραμεν. Εἰ διὰ τὸ γεγεννηκέναι, φησίν, ὁ Θεὸς ἐστι Πατήρ· ὁ δὲ Πατήρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννηθῆναι τοῦτον, οὐκ ἦν ἀγέννητος. Ταῦτα εἰ μὲν κατὰ τὴν ἐπ’ ἀνθρώπων λέγοι συνήθειαν, ἐφ’ ὧν ἀμήχανόν ἐστι πλείωων ἐπιθυμημάτων ἔχειν κατὰ ταῦτὸν κτήσασθαι τινα, μὴ κατὰ τινα χρόνον τάξιν καὶ ἀκολουθίαν ἕκαστον τῶν σπουδαζομένων ἀναλαμβάνοντα. Εἰ οὖν καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων ἔδει λογίζεσθαι, ὡς νῦν μὲν τὴν ἀγεννησίαν ἔχειν, μετὰ ταῦτα δὲ προσλαβάνειν τὴν δύναμιν, εἶτα τὴν ἀφθαρσίαν, εἶτα τὴν φρόνησιν, καὶ προϊούσα Πατέρα γίνεσθαι, καὶ πάλιν δίκαιον, καὶ ἐφεξῆς ἀδίων, καὶ πάντα ὅσα περὶ αὐτὸν θεωρεῖται διὰ τινὸς ἀκολουθίας προσκτάσθαι: οὐ σφόδρα ἂν ἄτοπον ἦν ἕκαστον τοῦ ἑτέρου προτερεῦειν τῶν περὶ τὸν Θεὸν ὀνομάτων οἴεσθαι, καὶ πρότερον μὲν ἀγέννητον, μετὰ δὲ ταῦτα Πατέρα γεγενῆσθαι λέγειν. Νυνὶ δὲ τίς οὕτω ταπεινὸς τὴν διάνοιαν, καὶ τῆς τῶν θείων δογμάτων μεγα- λοφύας ἀμύητος, ὥστε τὴν αἰτίαν τῶν ὄντων εἰς νοῦν λαβὼν, μὴ πάντων κατὰ ταῦτόν ἀθρόαν καὶ συγκεχωρημένην τῶν περὶ τὸν Θεὸν εὐσεβῶς νοουμένων ἀναλαβεῖν τὴν διάνοιαν· ἀλλὰ τὸ μὲν ὕστερον, τὸ δὲ κατ’ ἀρχὰς, ἕτερον δὲ τι διὰ μέσου κατὰ τινα