Ancient Greek
223.37 to 223.55
Gregorius Nyssenus Theol., Contra Eunomium 223.37-55
Unproofread scanNot analysed yet
τάξιν; ἀκολουθίαν προσγεννηθῆναι νομίζειν; οὐ γὰρ ἐστιν, ἐν τῷ λογισμῷ διαβάντα τῶν περὶ τὸν Θεὸν εὐσεβῶς λεγομένων, ἐντυχεῖν ἑτέρῳ πράγματι τῇ νοήματι ὁ τῆς τοῦ ῥηθέντος ἀρχαιότητος ὑπεραρθῆναι δυνήσεται. Ἄλλὰ πᾶν ὄνομα θεῖον, καὶ πᾶν C μεγαλοπρεπὲς νόημα, καὶ πᾶσα γλῶσσα, καὶ ὑπόληψις, ταῖς περὶ Θεοῦ ἐννοίαις ἀρμόζουσα, συνῃρτηται πρὸς τὴν ἑτέραν καὶ ἡνωται· καὶ πᾶσαι κατὰ τὸ συνεχὲς ἀθρόαι καὶ συγκεχωρημέναι μετ’ ἀλλήλων αἱ περὶ τοῦ Θεοῦ ὑπολήψεις καταλαμβάνονται, ἡ παρέρ- της, ἡ ἀγεννησία, ἡ δύναμις, ἡ ἀφθαρσία, ἡ ἀγαθότης, ἡ ἐξουσία, τὰ ἄλλα πάντα· οὐ γὰρ διηρημένος τούτων ἕκαστον, τῶν λοιπῶν ἀποτετμημένον ἐφ’ ἑαυτοῦ κατὰ τι χρονικὸν διάστημα νοεῖται, ὡς προτερεῦον ἑτέρου, ἢ ἐφεπόμενον· ἀλλ’ ὅπερ ἂν εὐσεβῶς μεγαλοπρεπὲς τε καὶ εὐσεβὲς ὄνομα, τῇ ἀδιότῃ τοῦ Θεοῦ συνεμφαίνεται. Ὡς οὖν οὐκ ἐστὶν εἰπεῖν, μὴ εἶναι ποτε τὸν Θεὸν ἀγαθόν, ἢ δυνατὸν, ἢ ἀφθαρτόν, ἢ ἀθάνατον· κατὰ τὸν αὐτὸν τρόπον ἀσεβὲς ἐστι μὴ ἀεὶ αὐτῷ προσμαρτυρεῖν τὴν πατρότητα· ἀλλ’ ὁδοιπορία κατὰ τὸν αὐτὸν μένουσι τόπον· οὕτως ἀεὶ