Ancient Greek
225.2
Gregorius Nyssenus Theol., Contra Eunomium 225.2
Unproofread scanNot analysed yet
ἡρ, οὐδεμίας σωρείας ἐπιπθευμάτων περὶ αὐτὸν νοουμένης, οὐδὲν ἄλλο, ἢ ὁλος αὐθὸς ἑαυτοῦ ὅλου προσούτερος τε καὶ μεταγενέστερος γίνεται· κατὰ μὲν τὸ ἀγέννητον, ἑαυτοῦ προτερεύων, κατὰ δὲ τὴν τοῦ Πατρὸς ἔνοιαν, ἑαυτοῦ γενομένου δεύτερος· εἰ δὲ καθὼς φησι περὶ τοῦ Θεοῦ ὁ Προφήτης, ὅτι Ὁ αὐτὸς ἐστι· μάταιος ὁ λέγων, ὅτι πρὸν γεννηθῆ, οὐχ ἦν ἀγέννητος· ὅτι οὐδέτερον τούτων χωρὶς τοῦ ἑτέρου εὑρίσκεται, οὔτε τοῦ Πατρὸς τὸ ὄνομα, οὔτε τοῦ ἀγεννητοῦ. Ἄλλ᾽ ὁμοῦ τὰ δύο, καὶ μετ᾽ ἀλλήλων ταῖς διανοίαις τῶν εὐσεβῶς λογιζομένων ἐγγίνεται τὰ νοήματα. Καὶ γὰρ ἐξ ἀidioῦ Πατὴρ ὁ Θεός, καὶ Πατὴρ ἀδῖος, καὶ πάντα ὅσα εὐσεβῶς λέγεται, κατὰ ταύτην ὀνομάζεται, τῆς χρονικῆς ταύτης, καθὼς ἔφραμεν, ἀκολουθίας καὶ τάξεως ἐπὶ τῆς προαιωνίου φύσεως ἀρούσης.