Ancient Greek
229.2
Gregorius Nyssenus Theol., Contra Eunomium 229.2
Unproofread scanNot analysed yet
Φύσιν ἐνταῦθα πάθος προηγείται τῆς ἀνθρωπίνης συστάσεως, καὶ σωματικαὶ τινες ἀφορμαί, πρὸς τὴν τοῦ ζῴου κατασκευὴν καταβάλλονται, καὶ ὑπόκειται κατὰ τὸ θείον βούλημα ἡ τὰ τοιαῦτα θαυματοποιοῦσα φύσις, πανταχόθεν τὸ οἰκεῖον τε καὶ κατάλληλον εἰς τὴν τοῦ γινομένου τελείωσιν ἐρανίζουσα · τῶν τε τοῦ κόσμου στοιχείων, ὅσον ἴκανόν ἀφ’ ἑκάστου, καὶ τῆς ὑπὸ τοῦ χρόνου συνεργίας τὸ μέτρον · καὶ ἐκ τῶν διαπλασόντων τὸ τικτόμενον τροφῆς, ὅσον οἰκεῖον τῷ πλασσομένῳ γίνεται · καὶ συνελόντι φάναι, διὰ πάντων χωροῦσα ἡ φύσις, δι’ ὧν ἡ ἀνθρωπίνη ζωὴ τὴν κατασκευὴν ἔχει, οὕτως εἰς γέννησιν τὸ μὴ ὂν ἄγει, καὶ διὰ τοῦτο μὴ ὂν γίνεσθαι λέγομεν · ὅτι ἐν τινὶ χρόνῳ μὴ ὂν, ἐν ἄλλῳ χρόνῳ τοῦ εἶναι ἄρχεται · ἐπὶ δὲ τῆς θείας γεννήσεως ἡ ἔννοια· τὴν τε τῆς φύσεως ὑπηρεσίαν, καὶ τὴν τοῦ χρόνου τελείωσιν πρὸς τὴν τοῦ γινομένου συνεισφορὰν, καὶ πάντα δσα περὶ τὴν κάτω γέννησιν ὁ λόγος ἐθεώρησεν, οὐ προστίθεται, καὶ οὐδὲν τῶν ταπεινῶν νοημάτων συνεμπεσεῖν ὁ μὴ σαρκικαῖς διανοίαις τῶν θείων ἐπιβατεύων · ἀλλὰ ζητεῖ τινὰ διάνοιαν τῷ μεγαλεῖῳ τοῦ σημαινομένου