Ancient Greek
230.1
Gregorius Nyssenus Theol., Contra Eunomium 230.1
Unproofread scanNot analysed yet
κρέπουσαν· οὔτε γὰρ πάθος περὶ τὸν ἀπαθῆ νοήσει· ὥστε συνεργίας ψυχικῆς τὸν δημιουργὸν πάσης φύ-σεως ἐπιδείσθαι λογίζεται· οὔτε χρονικὴν παράτασιν ἐπὶ τῆς αἰωνίου ζωῆς περιδέξεται· ἀλλὰ πάντων τούτων καθαρούσαν τὴν θείαν γέννησιν κατανοήσας, μόνον τὸ μὴ ἀνάρχως εἶναι διὰ τῆς τοῦ Πατρὸς σημασίας τὸν Μονογενῆ δηλοῦσθαι συνθήσεται, ὡς τὴν αἰτίαν μὲν ἐκθεῖν ἔχειν τοῦ εἶναι, ἀρχὴν δὲ τῆς ὑποστάσεως μὴ λογίζεσθαι· διὰ τὸ μὴ δυνασθαι τι σημεῖον τοῦ ζητουμένου κατανοῆσαι. Τοῦ γὰρ προ-γενεστερόρου, καὶ τοῦ νεωτέρου, καὶ πάντων τῶν τοιού-των νοημάτων ἐν τοῖς χρονικοῖς διαστήμασι εὐρει-σκομένων, ἐὰν ὑψῆς τῷ λόγῳ τὸν χρόνον, πάντα συνυψήρηται τὰ τοιαῦτα σημεῖα, καὶ συνυπεσπάσθη μετὰ τοῦ χρόνου.