Ancient Greek
231.1
Gregorius Nyssenus Theol., Contra Eunomium 231.1
Unproofread scanNot analysed yet
ἐκάτερος ἐν τῷ ἑτέρῳ εἶναι λεγόμενος. Ὁ μὲν Υἱὸς ἐν τῷ Πατρί, ὡς τὸ ἐπὶ τῆς εἰκόνος κάλλος, ἐν τῇ ἀρχετύπῳ μορφῇ · ὁ δὲ Πατὴρ ἐν τῷ Υἱῷ, ὡς ἐν τῇ εἰκόνι ἑαυτοῦ τὸ πρωτότυπον κάλλος · ἀλλ’ ἐπὶ μὲν τῶν χειροκμητῶν εἰκόνων ὁ διὰ μέσου χρόνος τὴν μεταληφθεῖσαν μορφὴν ἀπὸ τοῦ πρωτοτύπου πάντως διίστησιν. Ἐκεῖ δὲ οὐκ ἔστι χωρίσαι τοῦ ἑτέρου τὸ ἕτερον, καθὼς φησιν ὁ Ἀπόστολος · οὔτε τῆς ὑποστάσεως τὸν χαρακτῆρα, οὔτε τῆς θείας δόξης τὸ ἀπαύγασμα, οὔτε τῆς ἀγαθότητος τὴν εἰκόνα · ἀλλ’ ὅ τούτων τι διανοηθῇς, συνημμένως καὶ τὸ μετ’ αὐτοῦ νοούμενον τῇ διανοίᾳ συμπαρεδδέξαιο. Ὅρ γάρ, φησίν, ἀπαύγασμα τῆς δόξης · ὡρ, οὐχὶ γενόμενος, ὡς σαφῶς διὰ τούτου τὸ ἐφ’ ἑκάτερα τῶν ὑπολήψεων ἀσεβὲς ἀποπέμπεσθαι · καὶ μήτε ἀγέννητον οἴησθαι τὸν Μονογενῆ, διὰ τοῦ εἰπεῖν, ἀπαύγασμα τῆς δόξης (ἐκ γὰρ τῆς δόξης ἐστὶ τὸ ἀπαύγασμα · καὶ οὐ τὸ ἑμπάλιν ἀπὸ τούτου ἡ δόξα), μήτε ὅτι ποτὲ τοῦ εἶναι ἤρξατο. Ἡ γὰρ τοῦ μὴ μαρτυρία τῆς διηνεκείας τοῦ Υἱοῦ, καὶ ἀδίων, καὶ τῆς πάσης χρονικῆς σημασίας ὑπερκειμένου ἐρμηνεύει.