Ancient Greek
231.2
Gregorius Nyssenus Theol., Contra Eunomium 231.2
Unproofread scanNot analysed yet
Ὅστε τὶνα καιρὸν ἔχει τὴν μικροπρεπῆ ταύτην ἐρώτησιν ἐπὶ λύμῃ τῆς εὐσεβείας παρὰ τῶν ἐναντίων προφέρεσθαι, ἣν ὡς ἄμαχον ἡμῖν εἰς κατασχευὴν τοῦ οἰκείου προβάλλονται δόγματος, διερωτῶντες, Εἰ ὁ ὤν γεννᾶται ; Πρὸς οὓς ἐστιν εὐθαρσῶς ἀποκρίνασθαι, ὅτι τὸ ἐν τῷ ἀγέννητῳ ὄν, ἐξ αὐτοῦ ἐγεννήθη, τὴν μὲν αἰτίαν τοῦ εἶναι ἐκεῖθεν ἔχων · Ἐγὼ γάρ, φησί, ζω διὰ τὸν Πατέρα · τὴν δ’ ἀρχὴν οὐκ ἔστιν εἰπεῖν · ὅτε μὴ γὰρ ἄντος τοῦ μεσιτεύοντος πράγματος, ἢ διανοητικῆς, ἢ χρονικοῦ διαστήματος, ἢ διακρίνεται, καὶ διαχωρίζεται τὸ εἶναι τοῦ Υἱοῦ ἀπὸ τοῦ Πατρός · οὐδὲ ἐπινοεῖται σημεῖον, ἀφ’ οὗ ὁ Μονογενὴς τῆς τοῦ Πατρὸς ζωῆς διασευχθεὶς ἐκ τινος ἰδιαζούσης ἀρχῆς ἀναφαίνειται. Εἰ οὖν οὐδεμία ἐστὶν ἄλλη ἀρχή, ἥτις τοῦ Υἱοῦ τῆς ζωῆς ἡγεμονεύει, ἀλλὰ μόνον τὸν Πατέρα ὁ εὐσεβὴς λόγος τῆς ὑποστάσεως τοῦ Υἱοῦ προθεωρεῖ ἀδιαστάτως, ὁ Πατὴρ δὲ ἀναρχος καὶ ἀγέννητος, καθὼς καὶ ἡ τῶν ὑπεναντίων συνολογεῖ μαρτυρία, πῶς ἀρχὴν σοῦ εἶναι λαμβάνει τὸ τῷ ἀνάρχῳ ἐνθεωρούμενος ;