Ancient Greek
232.1
Gregorius Nyssenus Theol., Contra Eunomium 232.1
Unproofread scanNot analysed yet
Πατρὸς γέννησιν ὁμολογῶν· τῷ δὲ ἀιδίῳ τῆς ζωῆς, τὸ ἄ πο· ἐ μὴ εἶναι οὐ προστιθέμενος. Ἄλλ' ἀντιβαίνει τοῖς εἰρημένοις, ὅ τὰ περισσὰ σοφιζόμενος, καὶ διασχίζει τῆς τοῦ Πατρὸς φύσεως τοῦ Μονογενοῦς τὴν οὐσίαν· διότι ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστι, καὶ τοσούτων ὄντων τῶν ὀνομάτων τῶν εἰσθεῶς περιθεουμένων τῇ θείᾳ φύσει, ἐν οἷς οὐδεμία παραλλαγὴ πρὸς τὸν Υἱὸν καθορᾶται· πάντων δὲ κατὰ τὸ ἴσον ἀμφοτέροις ἐφαρμόζοντων οὐδενὸς τῶν ἄλλων ἐπιμιγνύσει δι' ὧν τὸ κοινὸν γνωρίζεται, μόνῃ τῷ ὀνόματι τῆς ἀγεννησίας προσφυέστα· καὶ οὐδὲ ταύτης τὴν συνήθη, καὶ νενομισμένην ἔμφασιν ἔχειται· ἀλλὰ καινοτομεῖ τοῦ ἀγεννητοῦ τὴν ἔννοιαν· τὰς κοινὰς περὶ τῆς φωνῆς ταύτης ὑπολήψεις παραγραφόμενος. Τί ποτ' οὖν ἐστι τούτων τὸ αἴτιον; B Οὐδὲ γὰρ ἄνευ μεγάλης τινὸς αἰτίας τὴς μὲν συνήθους τῶν ὀνομάτων ἐμφάσεως τὸν λόγον ἀφίστησι, ἐναρίζει δὲ τῇ παραλλαγῇ τῆς τῶν φωνῶν σημασίας. Οὐδὲν ἀκριβῶς ἐστι εἰ μὲν ἐπὶ τῆς συνήθειας φυλαχθεῖν τῶν ὀνομάτων ἡ χρῆσις, οὐδεμίαν ἰσχὺν εὑρίσκει πρὸς ἀνατροπὴν τοῦ ὑγιαίνοντος συνθέματος. Εἰ δὲ τῶν κοινῶν καὶ νενομισμένων διανοημάτων παρακινήσει τὰ ῥήματα, τῇ περὶ τὴν φωνὴν καχετροπία βραδέως δύνασθαι συγκατορθῆσαι τὰ δόγματα. Οἷον ἐπ' αὐτῶν γὰρ ἔδοξεν τῶν ἀδικομένων ῥημάτων· εἰ κατὰ τὴν κοινὴν τῶν δογμάτων ὑπόληψιν διὰ τὸ μὴ γεγεννηθῆναι ἀγέννητον λέγεσθαι τὸν Θεὸν κατεδέξατο, διέπεσεν ἂν δλον αὐτὸς τὸ μηχάνημα τῆς αἱ-ρέσεως, ὑποσπασθέντος τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος. Εἰ γὰρ ἐπεῖσθη διὰ τῆς ἀκολουθίας ταύτῆς καθ' ὁμοιότητα, πάντων σχεδόν, τῶν εἰς Ἐκκλησίαν Θεοῦ συντελούντων, ὥσπερ ἀόρατον, καὶ ἀπαθῆ, καὶ ἀσώματον, οὕτω καὶ ἀγέννητον νοεῖσθαι τὸν ἐπὶ πάντων Θεόν, δι' ἑκάστου τῶν ὀνομάτων τὸ μηδαμῶς προσὸν τῷ Θεῷ σημαίνεσθαι συντιθέμενος, μὴ σῶμα, μὴ πάθος, μὴ χρῶμα, μὴ τὸ ἐξ αἰτίας ἔχειν τὸ εἶναι. Εἰ ταῦτα οὕτως ἔχειν ὑπέλαβεν, οὐδεμίαν ἔσχεν ἂν δύναμιν ὁ τῆς ἀνομοιότητος λόγος αὐτῶν· ἐν τοῖς λοιποῖς πᾶσιν, ὅσα περὶ τὸν τῶν ἄλλων Θεὸν θεωρεῖται, συγχωροῦντων καὶ τῶν ἐναντίων τῷ Μονογενεῖ πρὸς τὸν Πατέρα τὸ ὁμοῖον.