Ancient Greek
232.3
Gregorius Nyssenus Theol., Contra Eunomium 232.3
Unproofread scanNot analysed yet
Ἄλλ' ἵνα μὴ τοῦτο γένηται, πάντων τῶν περὶ τὸν Θεὸν ὀνομάτων, τῶν ἐνδεικτικῶν λέγω τῆς ὑπερκειμένης δυνάμεως, προτίθησι τὸ τῆς ἀγεννησίας ὄνομα· καὶ τοῦτο πεποίηται τῆς κατὰ τοῦ δόγματος ἡμῶν καταδρομῆς ὀρητήριον, τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον κατὰ τὴν προφανῆ ἐναντίωσιν ἐπὶ τὰ πρῶσιπα μεταφέρων οἷς ἐφήρμοσται τὰ ὀνόματα· καὶ διὰ τούτων τὴν ἑτερότητα τῶν οὐσιῶν τῇ παρηλλαγμένῳ τῶν ὀνομάτων σοφίζεται· οὐχ ἐπειδὴ γεγέννηται γεννητόν, οὐδ' ὅτι μὴ γεννηθεὶς ἐστιν, ἀγέννηνον λέγεσθαι συντιθέμενος· ἀλλὰ τὸν μὲν, ἐκ τῆς γεννήσεως οὐσιώσθαι λέγειν· οὐχ οἷδα ποίας αὐτὸν σοφίας ἐπὶ τὴν τοιαύτην σύνεσιν χειραγωγούσης. Εἰ γὰρ τις αὐτὰς ἐφ' ἑαυτῶν καταμαθὼν τῶν ὀνομάτων τὰς ἐμφάσεις, ὑφελὼν τῷ λόγῳ τὰ πρῶσιπα ἐφ' ὧν τετάχθαι δοκεῖ τὰ ὀνόματα, εὑρήσει τὸ μάταιον τῆς διανοίας τῶν παρ' αὐτοῦ λεγομένων. Μὴ