Ancient Greek
235.2
Gregorius Nyssenus Theol., Contra Eunomium 235.2
Unproofread scanNot analysed yet
Τὸ ἀίδιον τῆς θείας ζωῆς, ὡς ἂν τις ὅρων τινα περιλαβὼν ὑπογράψειε, τοιούτον ἐστιν· ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται· τοῦ δὲ ποτὲ μὴ εἶναι, καὶ ποτὲ μὴ ἔσεσθαι τὸν λόγον οὐχ ἐπιδέχεται. Ἄλλ’ ὥσπερ ἐπὶ τοῦ κυκλωτεροῦς σχήματος, οἱ τὰ ἐπίπεδα γεωμετρῶντες, ἴξισας ἀπὸ τοῦ κέντρου πρὸς τὸ διάστημα τῆς γραμμῆς πρὸς ἑαυτὴν ἐλχθείσης, ἀόριστον εἶναι τὴν ἀρχὴν τοῦ σχήματος λέγουσι· μήτε εἰς τέλος ὁμολογούμενον, μήτε εἰς ἀρχὴν φανερὰν τῆς γραμμῆς διασπωμένης, ἀλλ’ ἐκ τῶν πᾶσων διαστημάτων πανταχόθεν ἐκ τοῦ κέντρου πρὸς ἑαυτὴν ἡνωμένης, ἐκφυγεῖν τὸ ἀρχὴν τινα καὶ τελευταὴν ἐπιδεῖξασθαι· οὕτω καὶ ἡμεῖς συχραλούμεν τὸν λόγον ὡς περιγεγραμμένῳ σχήματι τὴν ἀόριστον φύσιν προσεικάζοντες· οὐ γὰρ πρὸς τὴν περιγραφὴν τοῦ κύκλου βλέποντες, ἀλλὰ πρὸς τὸ ὅμοιον τοῦ πανταχόθεν ἀληπτοῦ τῆς ζωῆς ἀφορῶντες, φαμέν τοῦ αἰδίου τὴν ἐνοιαν ταύτην εἶναι. Ἄπὸ γὰρ τοῦ νῦν ἐνεστῶτος, ὥσπερ ἀπὸ κέντρου, καὶ σημείου τινὸς