Ancient Greek
236.1
Gregorius Nyssenus Theol., Contra Eunomium 236.1
Unproofread scanNot analysed yet
πανταχόθεν τὴν διάκοινον πρὸς τὸ ἀπειρον τῆς ζωῆς ἐπεκτεινοῦντες τε καὶ περιεῖγοντες, ἴσως καὶ ὁμοίως ὑπὸ τῆς ἀκαταληψίας ἐν κύκλῳ περιεχόμεθα, συνεχῆ καὶ ἀδιάσπαστον αὐτὴν πρὸς ἑαυτὴν τὴν θείαν ζωὴν ἀπανταχόθεν καταλαμβάνοντες· καὶ οὐδὲν πέρας, καὶ οὐδὲν μέρος ἐπιγνῶναι δυνάμενοι. Τοῦτο λέγομεν περὶ τῆς ἀϊδιότητος τοῦ Θεοῦ, ὁ παρὰ τῆς προφητείας ἠκούσαμεν, ὅτι Θεός, καὶ βασιλεύς προαιώνιος· καὶ βασιλεύει εἰς τὸν αἰῶνα, καὶ ἐπ’ αἰῶνα, καὶ ἐπὶ Καὶ διὰ τοῦτο ἀνώτερον μὲν πάσης ἀρχῆς, περισσό-τερον δὲ παντὸς τέλους εἶναι διορίζομεθα. Ταύτην οὖν τὴν ἔνοιαν ὡς πρέπουσαν Θεῷ τῶν ὅλων αὐτὸν ἔχοντες, δύο προσηγορίας τὸ νοηθὲν ἐξαγγέλλο-μεν, τῇ ἀτεννήτῳ, καὶ τῷ ἀτελευτήτῳ τῷ ἀπει-ρον, καὶ διηνεκές, καὶ ἀίδιον τῆς ζωῆς τοῦ Θεοῦ παρατιθέμεν. Εἰ γὰρ τὸ ἕτερον νομίσαν εἰς τὴν διάκοινον ταύτην παραληφθεῖν, σιωπηθεῖν δὲ τὸ λει-πόμενον, χωλεύσει πάντως τὸ σημαίνόμενον ἐν τῷ λειπόντι. Οὔτε γὰρ ἔστι δυνατὸν ἕνός τινος τούτων τὴν ἐν ἑκάτερος σημασίαν ὑγιῶς παραστήσαι· ὁ γὰρ ἀτελεύτητον εἰπὼν, τὴν πρὸς τὸ τέλος μόνον ἀλλο-τρίωσιν ἔδειξεν· οὐ μὴν τι καὶ περὶ τῆς ἀρχῆς δι-ελέχθη· καὶ ὁ τὸν ἄναρχον ὀνομάσας, τὸ μὲν ὑπὲρ ἀρχὴν εἶναι τὸ σημαίνόμενον ἔδειξε· τὸν δὲ περὶ τοῦ τέλους λόγον ἀφήκεν ἀμφίβολον.