Ancient Greek
245.1
Gregorius Nyssenus Theol., Contra Eunomium 245.1
Unproofread scanNot analysed yet
A ὑπὸ τῆς ἁμαρτίας πεπραμένοι · δούς ἀντάλλαγμα τῆς λυτρώσεως τῶν ψυχῶν ἡμῶν, τὸ τίμιον αὐτοῦ αἷμα, ὁ ἐξῆλθε διὰ τοῦ σταυροῦ · καὶ ὁποιήσας ἡμῖν δι’ ἑαυτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν · ἥξει γὰρ καὶ αὐτὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, κρίναι πᾶσαν ψυχὴν ἐν δικαιοσύνῃ · ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ · καὶ ἐξελεύσονται οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς · οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ὡς ἄν μηδὲ τινὶ τῶν ἀπλουστέρων ἀνεξετάστως παρεμπεσούσα ἡ αἱρετικὴ διαφορά, ἡ νῦν παρὰ τοῦ Εὐνομίου διασπειρομένη, βλάψειν τὴν ἀκήρατον, ἀναγκαίως προστιθέντες τὴν περιφερομένην παρ’ αὐτῶν ἔνθεσιν, διελέξθαι τὴν κακίαν τοῦ δόγματος αὐτῶν πειρασόμεθα.