Ancient Greek
245.2
Gregorius Nyssenus Theol., Contra Eunomium 245.2
Unproofread scanNot analysed yet
B Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος, οὕτω · Πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου διδασκαλίαν · οὐκ ἐξευρισμένη φωνῇ τιμῶντες αὐτόν · ἔστι γὰρ ἀγενὴς ἄληθ’ ὅπως ὅσα γινὼσι τε καὶ δόξῃ Θεὸν ἕνα, ἀνάρχως, ἀπείλιως, ἀτελειώτως, μόνον. Ὁ κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν πιστεύειν ἐπαγγειλάμενος, μὴ παρατρεπόμενον τὴν παρὰ τοῦ Δεσπότου τῶν ὅλων γενομένην τῆς πίστεως ἔκθεσιν, πρὸς τὸ ἑαυτῶν δοκοῦν · ἀλλ’ ἀκολουθεῖν ταῖς παρὰ τῆς ἀληθείας φωναῖς. Ἔχει τοίνυν τοῦ λόγου τῆς πίστεως περιέχοντος τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τίνα συμφωνίαν ἔχει τὰ νῦν συντεθεμένα πρὸς τὰς τοῦ Δεσπότου φωνάς · ὥστε εἰς τὴν ἐκείνων διδασκαλίαν τοῦ τοιούτου ἀναφέρειν δόγμα ; Πῶς τοίνυν εἶπε δεῖν πιστεύειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν ἐν τοῖς Εὐαγγελίοις · ὁ Κύριος · οὐκ ἄν ἔχοιεν ἐπιδεῖξαι, εἰ μὴ τι νέον ἐστὶ παρ’ αὐτοῖς Εὐαγγέλιον · ὅ γὰρ ἐξ ἀρχαίων μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐν ταῖς Ἐκκλησίαις ἀναγιγνώσκεται, ταύτην τὴν φωνὴν οὐ περιέχει τὴν λέγουσαν · δεῖν πιστεύειν ἢ βαπτίζειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεόν, καθὼς οὗτοι λέγουσιν · ἀλλ’ εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ὡς δὲ ἡμεῖς παρὰ τῆς τοῦ Δεσπότου φωνῆς ἐδιδάχθημεν, τοῦτο φαμέν · ὅτι τὸ Ἐν οὐ τὸν Πατέρα σημαίνει μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν τῷ Πατρὶ συνενδείκνυται · οὕτως εἰπόντος τοῦ Κυρίου, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ὁμοίως καὶ τὸ θεότητος ὄνομα, ἐπίσης ἐπιχέληται, τῇ τε ἀρχῇ ἢ ὁ Λόγος, καὶ τῷ ἐν τῇ ἀρχῇ ὄντι Λόγῳ · εἶπε γὰρ ὅτι ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος · ὥστε καὶ ἐν τῷ τῆς θεότητος σημαίνουμένῳ ὁμοίως τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνυπομείσθαι. Πρὸς τοῦτο δὲ καὶ τὸ ἀληθινόν, ἄλλο τι παρὰ τὴν ἀλήθειαν νοηθῆναι οὐ δύναται · ὅτι δὲ ἀλήθεια ὁ Κύριος, οὐδεὶς ἀντιλέγει πάντως, εἰ μὴ τις εἴη τῆς ἀληθείας ἀλλότριος. Εἰ τοίνυν καὶ ἐν τῷ ἕνι ὁ Λόγος ἐστὶ · καὶ Θεὸς ἐστι, καὶ ἀλήθεια, καθὼς ἐν τοῖς Εὐαγγελίοις κηρύσσεται, εἰς ποίαν τῷ Κυρίῳ διδασκαλίαν ἀναφέρει τὸ δόγμα, ὁ ταῖς διασταλτικαῖς ταύταις φωναῖς χεχρημένος ; Ἡ γὰρ ἀντίδιαστολὴ τοῦ μόνου πρὸς τὸν μὴ μόνον, ἐστὶ καὶ τοῦ Θεοῦ πρὸς τὸν μὴ Θεόν · καὶ τοῦ ἀληθινοῦ πρὸς τὸν