Ancient Greek
246.2
Gregorius Nyssenus Theol., Contra Eunomium 246.2
Unproofread scanNot analysed yet
Εἰ γὰρ οὕτω φρονεῖ ὅτι πᾶν τὸ παρὰ τοῦ Κυρίου C λεγόμενον τοῦ ψεύδους κεχωρισται· πεισθήσεται πάντως ἀληθεύειν τὸν εἰπόντα· ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ· οὔτε τοῦ Πατρὸς ἐν τῷ Υἱῷ περιττεῦντος· οὔτε τοῦ Υἱοῦ ἐν τῷ Πατρὶ λειπομένου· καὶ ὅτι Οὕτω χρή τιμᾶσθαι τὸν Υἱὸν καθὼς τιμᾶται ὁ Πατήρ· καὶ ὅτι Οὐὁ ὁρωακὸς ἐμέ, ὁρᾶ καὶ τὸν Πατέρα· καὶ ὅτι Οὐδεὶς εἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· καὶ ὅτι Καὶ τὸν Πατέρα οὐδεὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Δι’ ὧν ἀπάντων, οὔτε δόξης, οὔτε οὐσίας, οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ Πατρὸς καὶ Υἱοῦ τοῖς ταῦτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις. “Οστις ὄντα, φησί, ζύσει τε καὶ δόξῃ Θεὸν ἕνα. Τὸ ὄντως ὄν, ἀντιδιαίρειται πρὸς τὸ μὴ ὄντως ὄν. Τὸ δὲ ὄντως, ἕκαστον τῶν ὄντων καθὼ ἐστιν· τὸ δὲ ἕκαστον D φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι, μὴ ὄν δέ, τοῦτο οὐχ ὄντως· ἐστίν· ὡς τὸ ἐνύπνιον, φάσμα, ἢ ὁ ἐπὶ τῇ εἰκόνος ἄνθρωπος. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει. Εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατασκευάζομαι καθόλου μὴ εἶναι τὸν Μονογενῆ Θεόν· καθὼς τῷ Πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν. Εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἐστίν, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντα τοῦ ὄντως εἶναι· ὅς ἐαυτὸν ἐν τῇ γενομένῃ Μωϋσῇ θεωρανείᾳ, ὄντα ὡνόμασεν, εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν· καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις, τοῦτω συν-