Ancient Greek
246.1
Gregorius Nyssenus Theol., Contra Eunomium 246.1
Unproofread scanNot analysed yet
μὴ ἀληθινόν· εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἑκείνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συντιθέμεθα· καθ’ ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαίμονια· καὶ ἄλλως πρὸς τὸ πλῆθος ἀντιδιαίρει τὸν μόνον· καὶ πρὸς τὰ ψευδῆ τὸν ἀληθινόν· καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα Θεόν. Εἰ δὲ πρὸς τὸν Μονογενῆ Θεόν, ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοί· ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει· καὶ Θεὸς πρὸς τὸν μὴ ὄντα Θεόν· τοῦ δὲ Κυρίου ὅς ἐστιν ἀλήθεια Θεοῦ ὄντος, καὶ ἐν τῷ Πατρὶ ὄντος· καὶ ἐν πρὸς τὸν Πατέρα ὄντος, αἱ διασταλτικαὶ αὐτὰ φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν· ὁ γὰρ ἀληθῶς εἰς τὸν ἕνα πᾶτευσιν βλέπει ἐν τῷ ἐνί, τὸν διὰ πάντων αὐτῷ ἡνωμένον, ἐν ἀληθείᾳ τε καὶ θεότητι, καὶ οὐσίᾳ, καὶ ζωῇ, καὶ σοφίᾳ· καὶ πάντων ἀπαξιαπλῶς. B Ἡ εἰ μὴ βλέπει ἐν τῷ ἐνί τὸν ταῦτα ὄντα, οἷς οὐδὲν ἔχει τὴν πίστιν, χωρὶς τοῦ Υἱοῦ Πατρὸρ οὐτε ἐστὶν οὔτε λέγεται· οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυνατός· οὔτε χωρὶς σοφίας ὁ σοφός· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ σοφία Θεοῦ. “Οστε οὐχ ἡσυνάμεως, ἢ τῆς ἀληθείας, ἢ τῆς σοφίας, ἢ τῆς ζωῆς, ἢ τοῦ ἀληθινοῦ φωτὸς ἔκτὸς βλέπειν φανταζόμενος, ἢ οὐδὲν βλέπει, ἢ τὸ κακὸν πάντως βλέπει· ἢ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις, τοῦ κακοῦ καὶ θέσις, καὶ ὑπαρξίς· γίνεται· Οὐκ ἐφευσμένη ζωὴ, φησί, τιμῶντες αὐτόν· ἔστι γὰρ ἀψευδής. Ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένοντα μαρτυροῦντα τῇ ἀληθείᾳ, ὅτι ἐστὶν ἀψευδής.