Ancient Greek
247.2
Gregorius Nyssenus Theol., Contra Eunomium 247.2
Unproofread scanNot analysed yet
Τὰ μὲν οὖν πρῶτα τῶν παρατεθέντων καθόλου πάσης καὶ καλῆς καὶ κακῆς διανοίας κεχωρίσται. Τίνα γὰρ διάνοιαν ἔχει τὸ, οὐ τὴν οὐσίαν καθ' ἣν ἐστιν εἷς, χωριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τού εἶναι ὅ ἐστιν μεθιστάμενον; Οὐτ' ἄν αὐτὸς εἴποι· οὔτε τινὰ τῶν συμμαχοῦντων αὐτῷ νομίζω δύνασθαι ἄν ἐξευρεῖν σκιὰν τινὰ διανοίας ἐν τοῖς εἰρημένοις. Οὐ τὴν οὐσίαν καθ' ἣν ἐστίν εἷς. Χωριζόμενον αὐτὸν λέγει τῆς οὐσίας αὐτοῦ, μὴ χωριζόμεθα, ἢ τὴν οὐσίαν λέγει ἀπ' αὐτοῦ μὴ μερίζεσθαι. Ψόφος τις ἐστι, καὶ ἦχος μάταιος εἰκῇ συγκεῖμένος, ὁ ἀσπαστος οὗτος λόγος. Καὶ τί χρή παραμένειν τῇ ἐξετάσει τῶν ἀδιανοήτων τούτων ῥημάτων; Πῶς γὰρ τις τῆς ἑαυτοῦ οὐσίας χωρισθεὶς ἐν τῷ εἶναι μένει; "Ἡ πῶς ἡ οὐσία τινὸς μερισθεῖσα, ἐφ' ἑαυτὴς δεῖκνυται; "Ἡ πῶς ἐστι δυνατόν ἀπὸ τοῦ ἐν φύσει ἐκδόντα, ἄλλον γενέσθαι ἔξω ἑαυτοῦ γενομένου; "Ἄλλ' οὐδὲ ἐκ μίας, φησίν, οὐσίας εἰς ὑποστάσεις τρεῖς σχηματίζεται μεν. Παντὶ γὰρ καθάπαξ ἐστίν εἷς, κατὰ τὰ αὐτὰ τε καὶ ὡσαύτως διαμένων μόνος. Τὸ μὲν οὖν ἀδιάνοητον ἐν τοῖς εἰρημένοις, παντὶ δῆλον ἐστιν καὶ πρὸ τῶν ἡμετέρων οἷμαι λόγων· τούτοις δὲ ἀντιλεῖτω ὁ νομίζων εἶναι τινα ἐν τοῖς λεγομένοις· νοῦν ἢ διάνοιαν· ὁ γὰρ κρίνειν ἐπισχερούμενος λόγῳ δύνασιν, ἀπαξιώσει τοῖς ἀνυποστάτοις συμπλέκεσθαι. Τίνα γὰρ λόγῳ ἔχει κατὰ τοῦ ἡμετέρου δόγματος, τὸ λέγειν, Οὐ τὴν οὐσίαν, καθ' ἣν ἐστίν εἷς χωριζόμενον, ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον· ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον· οὔτε ἐκ μίας οὐσίας εἰς ὑποστάσεις τρεῖς σχηματίζομεν; "Ἄ μήτε λέγεται παρὰ τῶν Χριστιανῶν, μήτε πιστεύεται· μήτε ἐκ τοῦ ἀκολουθοῦ διὰ τῶν παρ' ἡμῖν ὁμολογουμένων νοεῖται. Τίς γὰρ εἶπε τοῦτο ποτε, ἢ λέγοντος ἤκουσεν ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅτι ὁ Πατὴρ τὴν οὐσίαν ἢ χωρίζεται ἢ μερίζεται, ἢ ἄλλοτε ἄλλος γίνεται, ἔξω ἑαυτοῦ γινόμενος, ἢ εἰς ὑποστάσεις τρεῖς σχηματίζεται; 'Εαυτῷ ταῦτα λαλεῖ ὁ Εὐνόμιος· οὐ πρὸς ἡμᾶς μαχόμενος, ἀλλ' ἰδίας φληνφίας ἐφρων· πολλῇ καταμίψας τῇ ἀσδείᾳ τῶν λεγομένων τὴν ἀνοιαν. "Ἡμεῖς γὰρ ἐπίσης ἀσδεῖς τε καὶ ἄθεον λέγομεν, καὶ τὸ κτιστὸν λέγειν τὸν Δεσπότην τῆς κτίσεως· καὶ τὸ οἰσθαι τὸν Πατέρα καθὸ ἐστι, χωρίζεσθαι ἢ τέμνεσθαι, ἢ ἑαυτοῦ ἐξίστασθαι, ἢ εἰς ὑποστάσεις τρεῖς σχηματίζεσθαι· ὥσπερ τινὰ πηλόν, ἢ κηρόν, ἐν μορφαῖς διαφόροις διαπλασσόμενον.